Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 23:1 Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ,
Mat 23:2 λέγων, Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι·
Mat 23:3 πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσι γὰρ καὶ οὐ ποιοῦσι.
Mat 23:4 δεσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά.
Mat 23:5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι δὲ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν·
Mat 23:6 φιλοῦσί τε τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς,
Mat 23:7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ῥαββί, ῥαββί·
Mat 23:8 ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββί· εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής, ὁ Χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
Mat 23:9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.
Mat 23:10 μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής, ὁ Χριστός.
Mat 23:11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
Mat 23:12 ὅστις δὲ ὑψώσει ἑαυτόν, ταπεινωθήσεται· καὶ ὅστις ταπεινώσει ἑαυτόν, ὑψωθήσεται.
Mat 23:13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
Mat 23:14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα.
Mat 23:15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
Mat 23:16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
Mat 23:17 μωροὶ καὶ τυφλοί· τίς γὰρ μείζων ἐστίν, ὁ χρυσός, ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν;
Mat 23:18 καί, Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
Mat 23:19 μωροὶ καὶ τυφλοί· τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
Mat 23:20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ·
Mat 23:21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν·
Mat 23:22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
Mat 23:23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.
Mat 23:24 ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
Mat 23:25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας.
Mat 23:26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
Mat 23:27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
Mat 23:28 οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
Mat 23:29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
Mat 23:30 καὶ λέγετε, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
Mat 23:31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας·
Mat 23:32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
Mat 23:33 ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
Mat 23:34 διὰ τοῦτο, ἰδού, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
Mat 23:35 ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου·
Mat 23:36 ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
Mat 23:37 Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
Mat 23:38 ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
Mat 23:39 λέγω γὰρ ὑμῖν, Οὐ μή με ἴδητε ἀπ᾽ ἄρτι, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

List of Articles
번호 분류 제목
260 Revelation Edition of Scrivener's, Revelation, Chapter 22
259 Revelation Edition of Scrivener's, Revelation, Chapter 21
258 Revelation Edition of Scrivener's, Revelation, Chapter 20
257 Revelation Edition of Scrivener's, Revelation, Chapter 19
256 Revelation Edition of Scrivener's, Revelation, Chapter 18
255 Revelation Edition of Scrivener's, Revelation, Chapter 17
254 Revelation Edition of Scrivener's, Revelation, Chapter 16
253 Revelation Edition of Scrivener's, Revelation, Chapter 15
252 Revelation Edition of Scrivener's, Revelation, Chapter 14
251 Revelation Edition of Scrivener's, Revelation, Chapter 13
250 Revelation Edition of Scrivener's, Revelation, Chapter 12
249 Revelation Edition of Scrivener's, Revelation, Chapter 11
248 Revelation Edition of Scrivener's, Revelation, Chapter 10
247 Revelation Edition of Scrivener's, Revelation, Chapter 09
246 Revelation Edition of Scrivener's, Revelation, Chapter 08
245 Revelation Edition of Scrivener's, Revelation, Chapter 07
244 Revelation Edition of Scrivener's, Revelation, Chapter 06
243 Revelation Edition of Scrivener's, Revelation, Chapter 05
242 Revelation Edition of Scrivener's, Revelation, Chapter 04
241 Revelation Edition of Scrivener's, Revelation, Chapter 03
240 Revelation Edition of Scrivener's, Revelation, Chapter 02
239 Revelation Edition of Scrivener's, Revelation, Chapter 01
238 Jude Edition of Scrivener's, Jude, Chapter 01
237 3 John Edition of Scrivener's, 3 John, Chapter 01
236 2 John Edition of Scrivener's, 2 John, Chapter 01
235 1 John Edition of Scrivener's, 1 John, Chapter 05
234 1 John Edition of Scrivener's, 1 John, Chapter 04
233 1 John Edition of Scrivener's, 1 John, Chapter 03
232 1 John Edition of Scrivener's, 1 John, Chapter 02
231 1 John Edition of Scrivener's, 1 John, Chapter 01
230 2 Peter Edition of Scrivener's, 2 Peter, Chapter 03
229 2 Peter Edition of Scrivener's, 2 Peter, Chapter 02
228 2 Peter Edition of Scrivener's, 2 Peter, Chapter 01
227 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 05
226 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 04
225 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 03
224 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 02
223 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 01
222 James Edition of Scrivener's, James, Chapter 05
221 James Edition of Scrivener's, James, Chapter 04
220 James Edition of Scrivener's, James, Chapter 03
219 James Edition of Scrivener's, James, Chapter 02
218 James Edition of Scrivener's, James, Chapter 01
217 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 13
216 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 12
215 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 11
214 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 10
213 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 09
212 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 08
211 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 07
210 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 06
209 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 05
208 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 04
207 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 03
206 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 02
205 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 01
204 Philemon Edition of Scrivener's, Philemon, Chapter 01
203 Titus Edition of Scrivener's, Titus, Chapter 03
202 Titus Edition of Scrivener's, Titus, Chapter 02
201 Titus Edition of Scrivener's, Titus, Chapter 01
200 2 Timothy Edition of Scrivener's, 2 Timothy, Chapter 04
199 2 Timothy Edition of Scrivener's, 2 Timothy, Chapter 03
198 2 Timothy Edition of Scrivener's, 2 Timothy, Chapter 02
197 2 Timothy Edition of Scrivener's, 2 Timothy, Chapter 01
196 1 Timothy Edition of Scrivener's, 1 Timothy, Chapter 06
195 1 Timothy Edition of Scrivener's, 1 Timothy, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소