Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 17:1 Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν.
Mat 17:2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
Mat 17:3 καὶ ἰδού, ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας, μετ᾽ αὐτοῦ συλλαλοῦντες.
Mat 17:4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ, Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ μίαν Ἠλίᾳ.
Mat 17:5 ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε.
Mat 17:6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα.
Mat 17:7 καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν, Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
Mat 17:8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ τὸν Ἰησοῦν μόνον.
Mat 17:9 Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Mat 17:10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
Mat 17:11 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἠλίας μὲν ἔρχεται πρῶτον, καὶ ἀποκαταστήσει πάντα·
Mat 17:12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾽ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν.
Mat 17:13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ εἶπεν αὐτοῖς.
Mat 17:14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ καὶ λέγων,
Mat 17:15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.
Mat 17:16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
Mat 17:17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ᾽ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε.
Mat 17:18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
Mat 17:19 τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον, Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
Mat 17:20 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
Mat 17:21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
Mat 17:22 Ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
Mat 17:23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
Mat 17:24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
Mat 17:25 λέγει, Ναί. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;
Mat 17:26 λέγει αὐτῷ ὁ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων. ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
Mat 17:27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

List of Articles
번호 분류 제목
62 Luke Edition of Scrivener's, Luke, Chapter 18
61 Luke Edition of Scrivener's, Luke, Chapter 17
60 Luke Edition of Scrivener's, Luke, Chapter 16
59 Luke Edition of Scrivener's, Luke, Chapter 15
58 Luke Edition of Scrivener's, Luke, Chapter 14
57 Luke Edition of Scrivener's, Luke, Chapter 13
56 Luke Edition of Scrivener's, Luke, Chapter 12
55 Luke Edition of Scrivener's, Luke, Chapter 11
54 Luke Edition of Scrivener's, Luke, Chapter 10
53 Luke Edition of Scrivener's, Luke, Chapter 09
52 Luke Edition of Scrivener's, Luke, Chapter 08
51 Luke Edition of Scrivener's, Luke, Chapter 07
50 Luke Edition of Scrivener's, Luke, Chapter 06
49 Luke Edition of Scrivener's, Luke, Chapter 05
48 Luke Edition of Scrivener's, Luke, Chapter 04
47 Luke Edition of Scrivener's, Luke, Chapter 03
46 Luke Edition of Scrivener's, Luke, Chapter 02
45 Luke Edition of Scrivener's, Luke, Chapter 01
44 Mark Edition of Scrivener's, Mark, Chapter 16
43 Mark Edition of Scrivener's, Mark, Chapter 15
42 Mark Edition of Scrivener's, Mark, Chapter 14
41 Mark Edition of Scrivener's, Mark, Chapter 13
40 Mark Edition of Scrivener's, Mark, Chapter 12
39 Mark Edition of Scrivener's, Mark, Chapter 11
38 Mark Edition of Scrivener's, Mark, Chapter 10
37 Mark Edition of Scrivener's, Mark, Chapter 09
36 Mark Edition of Scrivener's, Mark, Chapter 08
35 Mark Edition of Scrivener's, Mark, Chapter 07
34 Mark Edition of Scrivener's, Mark, Chapter 06
33 Mark Edition of Scrivener's, Mark, Chapter 05
32 Mark Edition of Scrivener's, Mark, Chapter 04
31 Mark Edition of Scrivener's, Mark, Chapter 03
30 Mark Edition of Scrivener's, Mark, Chapter 02
29 Mark Edition of Scrivener's, Mark, Chapter 01
28 Matthew Edition of Scrivener's, Matthew, Chapter 28
27 Matthew Edition of Scrivener's, Matthew, Chapter 27
26 Matthew Edition of Scrivener's, Matthew, Chapter 26
25 Matthew Edition of Scrivener's, Matthew, Chapter 25
24 Matthew Edition of Scrivener's, Matthew, Chapter 24
23 Matthew Edition of Scrivener's, Matthew, Chapter 23
22 Matthew Edition of Scrivener's, Matthew, Chapter 22
21 Matthew Edition of Scrivener's, Matthew, Chapter 21
20 Matthew Edition of Scrivener's, Matthew, Chapter 20
19 Matthew Edition of Scrivener's, Matthew, Chapter 19
18 Matthew Edition of Scrivener's, Matthew, Chapter 18
» Matthew Edition of Scrivener's, Matthew, Chapter 17
16 Matthew Edition of Scrivener's, Matthew, Chapter 16
15 Matthew Edition of Scrivener's, Matthew, Chapter 15
14 Matthew Edition of Scrivener's, Matthew, Chapter 14
13 Matthew Edition of Scrivener's, Matthew, Chapter 13
12 Matthew Edition of Scrivener's, Matthew, Chapter 12
11 Matthew Edition of Scrivener's, Matthew, Chapter 11
10 Matthew Edition of Scrivener's, Matthew, Chapter 10
9 Matthew Edition of Scrivener's, Matthew, Chapter 09
8 Matthew Edition of Scrivener's, Matthew, Chapter 08
7 Matthew Edition of Scrivener's, Matthew, Chapter 07
6 Matthew Edition of Scrivener's, Matthew, Chapter 06
5 Matthew Edition of Scrivener's, Matthew, Chapter 05
4 Matthew Edition of Scrivener's, Matthew, Chapter 04
3 Matthew Edition of Scrivener's, Matthew, Chapter 03
2 Matthew Edition of Scrivener's, Matthew, Chapter 02
1 Matthew Edition of Scrivener's, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소