Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Revelation of John 11
1Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· ⸀Ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.
2καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ⸀ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας ⸀τεσσεράκοντα δύο.
3καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, ⸀περιβεβλημένοι σάκκους.
4Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς ⸀ἑστῶτες.
5καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις ⸂θελήσῃ αὐτοὺς⸃ ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι.
6οὗτοι ἔχουσιν ⸂τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν⸃, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ⸂ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν⸃.
7Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετʼ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.
8καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη.
9καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς ⸀καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ⸀ἀφίουσιν τεθῆναι εἰς μνῆμα.
10καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπʼ αὐτοῖς καὶ ⸀εὐφραίνονται, καὶ δῶρα ⸀πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν ⸂ἐν αὐτοῖς⸃, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ⸀ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς·
12καὶ ⸀ἤκουσαν ⸂φωνῆς μεγάλης⸃ ἐκ τοῦ οὐρανοῦ ⸀λεγούσης αὐτοῖς· ⸀Ἀνάβατε ὧδε, καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
13καὶ ἐν ἐκείνῃ τῇ ⸀ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ.
14Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ⸂ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη⸃ ἔρχεται ταχύ.
15Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ ⸀λέγοντες· Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
16Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ ⸂θεοῦ καθήμενοι⸃ ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ,
17λέγοντες· Εὐχαριστοῦμέν σοι, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας.
18καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, ⸂τοὺς μικροὺς καὶ τοὺς μεγάλους⸃, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
19Καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ⸀ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης ⸀αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ ⸂καὶ σεισμὸς⸃ καὶ χάλαζα μεγάλη.

  1. SBL Greek NT, Revelation, Chapter 01

    CategoryRevelation
    Read More
  2. SBL Greek NT, Revelation, Chapter 02

    CategoryRevelation
    Read More
  3. SBL Greek NT, Revelation, Chapter 03

    CategoryRevelation
    Read More
  4. SBL Greek NT, Revelation, Chapter 04

    CategoryRevelation
    Read More
  5. SBL Greek NT, Revelation, Chapter 05

    CategoryRevelation
    Read More
  6. SBL Greek NT, Revelation, Chapter 06

    CategoryRevelation
    Read More
  7. SBL Greek NT, Revelation, Chapter 07

    CategoryRevelation
    Read More
  8. SBL Greek NT, Revelation, Chapter 08

    CategoryRevelation
    Read More
  9. SBL Greek NT, Revelation, Chapter 09

    CategoryRevelation
    Read More
  10. SBL Greek NT, Revelation, Chapter 10

    CategoryRevelation
    Read More
  11. SBL Greek NT, Revelation, Chapter 11

    CategoryRevelation
    Read More
  12. SBL Greek NT, Revelation, Chapter 12

    CategoryRevelation
    Read More
  13. SBL Greek NT, Revelation, Chapter 13

    CategoryRevelation
    Read More
  14. SBL Greek NT, Revelation, Chapter 14

    CategoryRevelation
    Read More
  15. SBL Greek NT, Revelation, Chapter 15

    CategoryRevelation
    Read More
  16. SBL Greek NT, Revelation, Chapter 16

    CategoryRevelation
    Read More
  17. SBL Greek NT, Revelation, Chapter 17

    CategoryRevelation
    Read More
  18. SBL Greek NT, Revelation, Chapter 18

    CategoryRevelation
    Read More
  19. SBL Greek NT, Revelation, Chapter 19

    CategoryRevelation
    Read More
  20. SBL Greek NT, Revelation, Chapter 20

    CategoryRevelation
    Read More
  21. SBL Greek NT, Revelation, Chapter 21

    CategoryRevelation
    Read More
  22. SBL Greek NT, Revelation, Chapter 22

    CategoryRevelation
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소