Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
2 Corinthians 1
1Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως,
4ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ.
5ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.
6εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· ⸂εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως⸃ τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν,
7καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ⸀ὑμῶν· εἰδότες ὅτι ⸀ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.
8Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ⸀ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς ⸀γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθʼ ὑπερβολὴν ⸂ὑπὲρ δύναμιν ἐβαρήθημεν⸃, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν·
9ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς ἀλλʼ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·
10ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ⸀ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται,
11συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ⸀ἡμῶν.
12Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ⸀ἁγιότητι καὶ εἰλικρινείᾳ ⸀τοῦ θεοῦ, ⸀οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλʼ ἐν χάριτι θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς·
13οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλʼ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ⸀ὅτι ἕως τέλους ἐπιγνώσεσθε,
14καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ⸀ἡμῶν Ἰησοῦ.
15Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην ⸂πρότερον πρὸς ὑμᾶς ἐλθεῖν⸃, ἵνα δευτέραν ⸀χάριν ⸀σχῆτε,
16καὶ διʼ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.
17τοῦτο οὖν ⸀βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρʼ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ;
18πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ⸀ἔστιν Ναὶ καὶ Οὔ.
19ὁ ⸂τοῦ θεοῦ γὰρ⸃ υἱὸς ⸂Ἰησοῦς Χριστὸς⸃ ὁ ἐν ὑμῖν διʼ ἡμῶν κηρυχθείς, διʼ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὒ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν·
20ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί· ⸀διὸ καὶ ⸂διʼ αὐτοῦ⸃ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν διʼ ἡμῶν.
21ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός,
22ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
23Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.
24οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.

List of Articles
번호 분류 제목
128 Romans SBL Greek NT, Romans, Chapter 11
127 Romans SBL Greek NT, Romans, Chapter 10
126 Romans SBL Greek NT, Romans, Chapter 09
125 Romans SBL Greek NT, Romans, Chapter 08
124 Romans SBL Greek NT, Romans, Chapter 07
123 Romans SBL Greek NT, Romans, Chapter 06
122 Romans SBL Greek NT, Romans, Chapter 05
121 Romans SBL Greek NT, Romans, Chapter 04
120 Romans SBL Greek NT, Romans, Chapter 03
119 Romans SBL Greek NT, Romans, Chapter 02
118 Romans SBL Greek NT, Romans, Chapter 01
117 Acts SBL Greek NT, Acts, Chapter 28
116 Acts SBL Greek NT, Acts, Chapter 27
115 Acts SBL Greek NT, Acts, Chapter 26
114 Acts SBL Greek NT, Acts, Chapter 25
113 Acts SBL Greek NT, Acts, Chapter 24
112 Acts SBL Greek NT, Acts, Chapter 23
111 Acts SBL Greek NT, Acts, Chapter 22
110 Acts SBL Greek NT, Acts, Chapter 21
109 Acts SBL Greek NT, Acts, Chapter 20
108 Acts SBL Greek NT, Acts, Chapter 19
107 Acts SBL Greek NT, Acts, Chapter 18
106 Acts SBL Greek NT, Acts, Chapter 17
105 Acts SBL Greek NT, Acts, Chapter 16
104 Acts SBL Greek NT, Acts, Chapter 15
103 Acts SBL Greek NT, Acts, Chapter 14
102 Acts SBL Greek NT, Acts, Chapter 13
101 Acts SBL Greek NT, Acts, Chapter 12
100 Acts SBL Greek NT, Acts, Chapter 11
99 Acts SBL Greek NT, Acts, Chapter 10
98 Acts SBL Greek NT, Acts, Chapter 09
97 Acts SBL Greek NT, Acts, Chapter 08
96 Acts SBL Greek NT, Acts, Chapter 07
95 Acts SBL Greek NT, Acts, Chapter 06
94 Acts SBL Greek NT, Acts, Chapter 05
93 Acts SBL Greek NT, Acts, Chapter 04
92 Acts SBL Greek NT, Acts, Chapter 03
91 Acts SBL Greek NT, Acts, Chapter 02
90 Acts SBL Greek NT, Acts, Chapter 01
89 John SBL Greek NT, John, Chapter 21
88 John SBL Greek NT, John, Chapter 20
87 John SBL Greek NT, John, Chapter 19
86 John SBL Greek NT, John, Chapter 18
85 John SBL Greek NT, John, Chapter 17
84 John SBL Greek NT, John, Chapter 16
83 John SBL Greek NT, John, Chapter 15
82 John SBL Greek NT, John, Chapter 14
81 John SBL Greek NT, John, Chapter 13
80 John SBL Greek NT, John, Chapter 12
79 John SBL Greek NT, John, Chapter 11
78 John SBL Greek NT, John, Chapter 10
77 John SBL Greek NT, John, Chapter 09
76 John SBL Greek NT, John, Chapter 08
75 John SBL Greek NT, John, Chapter 07
74 John SBL Greek NT, John, Chapter 06
73 John SBL Greek NT, John, Chapter 05
72 John SBL Greek NT, John, Chapter 04
71 John SBL Greek NT, John, Chapter 03
70 John SBL Greek NT, John, Chapter 02
69 John SBL Greek NT, John, Chapter 01
68 Luke SBL Greek NT, Luke, Chapter 24
67 Luke SBL Greek NT, Luke, Chapter 23
66 Luke SBL Greek NT, Luke, Chapter 22
65 Luke SBL Greek NT, Luke, Chapter 21
64 Luke SBL Greek NT, Luke, Chapter 20
63 Luke SBL Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소