Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
1 Corinthians 1
1Παῦλος κλητὸς ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς
2τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ⸂ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, τῇ οὔσῃ ἐν Κορίνθῳ,⸃ κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ ⸀αὐτῶν καὶ ἡμῶν·
3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
4Εὐχαριστῶ τῷ θεῷ ⸀μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ,
5ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,
6καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν,
7ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
8ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
9πιστὸς ὁ θεὸς διʼ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
10Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
11ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.
12λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλῶ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ.
13μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
14⸀εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον,
15ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ⸀ἐβαπτίσθητε·
16ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
17οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
18Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν.
19γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
20ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ ⸀κόσμου;
21ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
22ἐπειδὴ καὶ Ἰουδαῖοι ⸀σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν·
23ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ⸀ἔθνεσιν δὲ μωρίαν,
24αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.
25ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ⸀ἀνθρώπων.
26Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς·
27ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα ⸂καταισχύνῃ τοὺς σοφούς⸃, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά,
28καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, ⸀τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,
29ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.
30ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ⸂σοφία ἡμῖν⸃ ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
31ἵνα καθὼς γέγραπται· Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω.

List of Articles
번호 분류 제목
128 Romans SBL Greek NT, Romans, Chapter 11
127 Romans SBL Greek NT, Romans, Chapter 10
126 Romans SBL Greek NT, Romans, Chapter 09
125 Romans SBL Greek NT, Romans, Chapter 08
124 Romans SBL Greek NT, Romans, Chapter 07
123 Romans SBL Greek NT, Romans, Chapter 06
122 Romans SBL Greek NT, Romans, Chapter 05
121 Romans SBL Greek NT, Romans, Chapter 04
120 Romans SBL Greek NT, Romans, Chapter 03
119 Romans SBL Greek NT, Romans, Chapter 02
118 Romans SBL Greek NT, Romans, Chapter 01
117 Acts SBL Greek NT, Acts, Chapter 28
116 Acts SBL Greek NT, Acts, Chapter 27
115 Acts SBL Greek NT, Acts, Chapter 26
114 Acts SBL Greek NT, Acts, Chapter 25
113 Acts SBL Greek NT, Acts, Chapter 24
112 Acts SBL Greek NT, Acts, Chapter 23
111 Acts SBL Greek NT, Acts, Chapter 22
110 Acts SBL Greek NT, Acts, Chapter 21
109 Acts SBL Greek NT, Acts, Chapter 20
108 Acts SBL Greek NT, Acts, Chapter 19
107 Acts SBL Greek NT, Acts, Chapter 18
106 Acts SBL Greek NT, Acts, Chapter 17
105 Acts SBL Greek NT, Acts, Chapter 16
104 Acts SBL Greek NT, Acts, Chapter 15
103 Acts SBL Greek NT, Acts, Chapter 14
102 Acts SBL Greek NT, Acts, Chapter 13
101 Acts SBL Greek NT, Acts, Chapter 12
100 Acts SBL Greek NT, Acts, Chapter 11
99 Acts SBL Greek NT, Acts, Chapter 10
98 Acts SBL Greek NT, Acts, Chapter 09
97 Acts SBL Greek NT, Acts, Chapter 08
96 Acts SBL Greek NT, Acts, Chapter 07
95 Acts SBL Greek NT, Acts, Chapter 06
94 Acts SBL Greek NT, Acts, Chapter 05
93 Acts SBL Greek NT, Acts, Chapter 04
92 Acts SBL Greek NT, Acts, Chapter 03
91 Acts SBL Greek NT, Acts, Chapter 02
90 Acts SBL Greek NT, Acts, Chapter 01
89 John SBL Greek NT, John, Chapter 21
88 John SBL Greek NT, John, Chapter 20
87 John SBL Greek NT, John, Chapter 19
86 John SBL Greek NT, John, Chapter 18
85 John SBL Greek NT, John, Chapter 17
84 John SBL Greek NT, John, Chapter 16
83 John SBL Greek NT, John, Chapter 15
82 John SBL Greek NT, John, Chapter 14
81 John SBL Greek NT, John, Chapter 13
80 John SBL Greek NT, John, Chapter 12
79 John SBL Greek NT, John, Chapter 11
78 John SBL Greek NT, John, Chapter 10
77 John SBL Greek NT, John, Chapter 09
76 John SBL Greek NT, John, Chapter 08
75 John SBL Greek NT, John, Chapter 07
74 John SBL Greek NT, John, Chapter 06
73 John SBL Greek NT, John, Chapter 05
72 John SBL Greek NT, John, Chapter 04
71 John SBL Greek NT, John, Chapter 03
70 John SBL Greek NT, John, Chapter 02
69 John SBL Greek NT, John, Chapter 01
68 Luke SBL Greek NT, Luke, Chapter 24
67 Luke SBL Greek NT, Luke, Chapter 23
66 Luke SBL Greek NT, Luke, Chapter 22
65 Luke SBL Greek NT, Luke, Chapter 21
64 Luke SBL Greek NT, Luke, Chapter 20
63 Luke SBL Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소