Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Acts 22
1Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
2Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν·
3⸀Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον,
4ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
5ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
6Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
7ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
8ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, κύριε; εἶπέν τε πρὸς ⸀ἐμέ· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
9οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ⸀ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
10εἶπον δέ· Τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με· Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
11ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
12Ἁνανίας δέ τις ἀνὴρ ⸀εὐλαβὴς κατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
13ἐλθὼν πρὸς ⸀ἐμὲ καὶ ἐπιστὰς εἶπέν μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
14ὁ δὲ εἶπεν· Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
15ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
16καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα ⸀αὐτοῦ.
17Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει
18καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι· Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί ⸀σου μαρτυρίαν περὶ ἐμοῦ.
19κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
20καὶ ὅτε ⸀ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν ⸀καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
21καὶ εἶπεν πρός με· Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
23⸀κραυγαζόντων ⸀τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
24ἐκέλευσεν ⸂ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν⸃ εἰς τὴν παρεμβολήν, ⸀εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ διʼ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
25ὡς δὲ ⸀προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
26ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν ⸂τῷ χιλιάρχῳ ἀπήγγειλεν⸃ λέγων· ⸀Τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.
27προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, ⸀σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη· Ναί.
28ἀπεκρίθη ⸀δὲ ὁ χιλίαρχος· Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· Ἐγὼ δὲ καὶ γεγέννημαι.
29εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι ⸂αὐτὸν ἦν⸃ δεδεκώς.
30Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ⸀ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν ⸀αὐτόν, καὶ ἐκέλευσεν ⸀συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ ⸀πᾶν τὸ ⸀συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

List of Articles
번호 분류 제목
194 1 Timothy SBL Greek NT, 1 Timothy, Chapter 04
193 1 Timothy SBL Greek NT, 1 Timothy, Chapter 03
192 1 Timothy SBL Greek NT, 1 Timothy, Chapter 02
191 1 Timothy SBL Greek NT, 1 Timothy, Chapter 01
190 2 Thessalonians SBL Greek NT, 2 Thessalonians, Chapter 03
189 2 Thessalonians SBL Greek NT, 2 Thessalonians, Chapter 02
188 2 Thessalonians SBL Greek NT, 2 Thessalonians, Chapter 01
187 1 Thessalonians SBL Greek NT, 1 Thessalonians, Chapter 05
186 1 Thessalonians SBL Greek NT, 1 Thessalonians, Chapter 04
185 1 Thessalonians SBL Greek NT, 1 Thessalonians, Chapter 03
184 1 Thessalonians SBL Greek NT, 1 Thessalonians, Chapter 02
183 1 Thessalonians SBL Greek NT, 1 Thessalonians, Chapter 01
182 Colossians SBL Greek NT, Colossians, Chapter 04
181 Colossians SBL Greek NT, Colossians, Chapter 03
180 Colossians SBL Greek NT, Colossians, Chapter 02
179 Colossians SBL Greek NT, Colossians, Chapter 01
178 Philippians SBL Greek NT, Philippians, Chapter 04
177 Philippians SBL Greek NT, Philippians, Chapter 03
176 Philippians SBL Greek NT, Philippians, Chapter 02
175 Philippians SBL Greek NT, Philippians, Chapter 01
174 Ephesians SBL Greek NT, Epheisans, Chapter 06
173 Ephesians SBL Greek NT, Epheisans, Chapter 05
172 Ephesians SBL Greek NT, Epheisans, Chapter 04
171 Ephesians SBL Greek NT, Epheisans, Chapter 03
170 Ephesians SBL Greek NT, Epheisans, Chapter 02
169 Ephesians SBL Greek NT, Epheisans, Chapter 01
168 Galatians SBL Greek NT, Galatians, Chapter 06
167 Galatians SBL Greek NT, Galatians, Chapter 05
166 Galatians SBL Greek NT, Galatians, Chapter 04
165 Galatians SBL Greek NT, Galatians, Chapter 03
164 Galatians SBL Greek NT, Galatians, Chapter 02
163 Galatians SBL Greek NT, Galatians, Chapter 01
162 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 13
161 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 12
160 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 11
159 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 10
158 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 09
157 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 08
156 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 07
155 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 06
154 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 05
153 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 04
152 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 03
151 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 02
150 2 Corinthians SBL Greek NT, 2 Corinthians, Chapter 01
149 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 16
148 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 15
147 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 14
146 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 13
145 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 12
144 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 11
143 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 10
142 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 09
141 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 08
140 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 07
139 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 06
138 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 05
137 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 04
136 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 03
135 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 02
134 1 Corinthians SBL Greek NT, 1 Corinthians, Chapter 01
133 Romans SBL Greek NT, Romans, Chapter 16
132 Romans SBL Greek NT, Romans, Chapter 15
131 Romans SBL Greek NT, Romans, Chapter 14
130 Romans SBL Greek NT, Romans, Chapter 13
129 Romans SBL Greek NT, Romans, Chapter 12
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소