Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Acts 18
1⸀Μετὰ ταῦτα ⸀χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.
2καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ ⸀διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ⸀ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς,
3καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρʼ αὐτοῖς καὶ ⸀ἠργάζετο, ἦσαν γὰρ σκηνοποιοὶ ⸂τῇ τέχνῃ⸃.
4διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ ⸀λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις ⸀εἶναι τὸν χριστὸν Ἰησοῦν.
6ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
7καὶ μεταβὰς ἐκεῖθεν ⸀εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι ⸀Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
8Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
9εἶπεν δὲ ὁ κύριος ⸂ἐν νυκτὶ διʼ ὁράματος⸃ τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
10διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
11ἐκάθισεν ⸀δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
12Γαλλίωνος δὲ ⸂ἀνθυπάτου ὄντος⸃ τῆς Ἀχαΐας κατεπέστησαν ⸂ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι⸃ τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
13λέγοντες ὅτι Παρὰ τὸν νόμον ⸂ἀναπείθει οὗτος⸃ τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
14μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ ⸀μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·
15εἰ δὲ ⸀ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθʼ ὑμᾶς, ὄψεσθε αὐτοί· ⸀κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
16καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
17ἐπιλαβόμενοι δὲ ⸀πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ⸀ἔμελεν.
18Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ⸂ἐν Κεγχρεαῖς τὴν κεφαλήν⸃, εἶχεν γὰρ εὐχήν.
19⸀κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν ⸀διελέξατο τοῖς Ἰουδαίοις.
20ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον ⸀μεῖναι οὐκ ἐπένευσεν,
21⸂ἀλλὰ ἀποταξάμενος καὶ⸃ ⸀εἰπών· ⸀Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,
22καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν,
23καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ⸀στηρίζων πάντας τοὺς μαθητάς.
24Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
25οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ ⸀Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου.
26οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ ⸂Πρίσκιλλα καὶ Ἀκύλας⸃ προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ⸂ὁδὸν τοῦ θεοῦ⸃.
27βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·
28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.

  1. SBL Greek NT, Acts, Chapter 01

    CategoryActs
    Read More
  2. SBL Greek NT, Acts, Chapter 02

    CategoryActs
    Read More
  3. SBL Greek NT, Acts, Chapter 03

    CategoryActs
    Read More
  4. SBL Greek NT, Acts, Chapter 04

    CategoryActs
    Read More
  5. SBL Greek NT, Acts, Chapter 05

    CategoryActs
    Read More
  6. SBL Greek NT, Acts, Chapter 06

    CategoryActs
    Read More
  7. SBL Greek NT, Acts, Chapter 07

    CategoryActs
    Read More
  8. SBL Greek NT, Acts, Chapter 08

    CategoryActs
    Read More
  9. SBL Greek NT, Acts, Chapter 09

    CategoryActs
    Read More
  10. SBL Greek NT, Acts, Chapter 10

    CategoryActs
    Read More
  11. SBL Greek NT, Acts, Chapter 11

    CategoryActs
    Read More
  12. SBL Greek NT, Acts, Chapter 12

    CategoryActs
    Read More
  13. SBL Greek NT, Acts, Chapter 13

    CategoryActs
    Read More
  14. SBL Greek NT, Acts, Chapter 14

    CategoryActs
    Read More
  15. SBL Greek NT, Acts, Chapter 15

    CategoryActs
    Read More
  16. SBL Greek NT, Acts, Chapter 16

    CategoryActs
    Read More
  17. SBL Greek NT, Acts, Chapter 17

    CategoryActs
    Read More
  18. SBL Greek NT, Acts, Chapter 18

    CategoryActs
    Read More
  19. SBL Greek NT, Acts, Chapter 19

    CategoryActs
    Read More
  20. SBL Greek NT, Acts, Chapter 20

    CategoryActs
    Read More
  21. SBL Greek NT, Acts, Chapter 21

    CategoryActs
    Read More
  22. SBL Greek NT, Acts, Chapter 22

    CategoryActs
    Read More
  23. SBL Greek NT, Acts, Chapter 23

    CategoryActs
    Read More
  24. SBL Greek NT, Acts, Chapter 24

    CategoryActs
    Read More
  25. SBL Greek NT, Acts, Chapter 25

    CategoryActs
    Read More
  26. SBL Greek NT, Acts, Chapter 26

    CategoryActs
    Read More
  27. SBL Greek NT, Acts, Chapter 27

    CategoryActs
    Read More
  28. SBL Greek NT, Acts, Chapter 28

    CategoryActs
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소