Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Acts 5
1Ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφίρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα
2καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς ⸀γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
3εἶπεν δὲ ⸀ὁ Πέτρος· Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ ⸀νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
4οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ.
5ἀκούων δὲ ὁ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ⸀ἀκούοντας.
6ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
7Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.
8ἀπεκρίθη δὲ ⸂πρὸς αὐτὴν⸃ ⸀Πέτρος· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν· Ναί, τοσούτου.
9ὁ δὲ ⸀Πέτρος πρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.
10ἔπεσεν δὲ παραχρῆμα ⸀πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
11καὶ ἐγένετο φόβος μέγας ἐφʼ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
12Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ⸂πολλὰ ἐν τῷ λαῷ⸃· καὶ ἦσαν ὁμοθυμαδὸν ⸀ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶντος·
13τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλʼ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός,
14μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν·
15ὥστε ⸂καὶ εἰς⸃ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ ⸀κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ⸀ἐπισκιάσῃ τινὶ αὐτῶν.
16συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ ⸀πόλεων Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
17Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
18καὶ ἐπέβαλον τὰς ⸀χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
19ἄγγελος δὲ κυρίου ⸀διὰ νυκτὸς ⸀ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν·
20Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
21ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον.
Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
22οἱ δὲ ⸂παραγενόμενοι ὑπηρέται⸃ οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν
23λέγοντες ὅτι ⸀Τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ⸀ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.
24ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ ⸀τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
25παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
26τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ⸀ἤγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ⸀μὴ λιθασθῶσιν.
27Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
28⸀λέγων· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφʼ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
29ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν· Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
30ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου·
31τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, ⸀τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν·
32καὶ ἡμεῖς ⸀ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ ⸀πνεῦμα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33Οἱ δὲ ⸀ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς.
34ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω ⸀βραχὺ τοὺς ⸀ἀνθρώπους ποιῆσαι,
35εἶπέν τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
36πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ ⸀προσεκλίθη ⸂ἀνδρῶν ἀριθμὸς ὡς⸃ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
37μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε ⸀λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
38καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ⸀ἄφετε αὐτούς· (ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ ⸀αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται,
39εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ ⸀δυνήσεσθε καταλῦσαι ⸀αὐτούς·) μήποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ,
40καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ⸀ἀπέλυσαν.
41οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι ⸂κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος⸃ ἀτιμασθῆναι·
42πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατʼ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι ⸂τὸν χριστὸν Ἰησοῦν⸃.

List of Articles
번호 분류 제목
128 Romans SBL Greek NT, Romans, Chapter 11
127 Romans SBL Greek NT, Romans, Chapter 10
126 Romans SBL Greek NT, Romans, Chapter 09
125 Romans SBL Greek NT, Romans, Chapter 08
124 Romans SBL Greek NT, Romans, Chapter 07
123 Romans SBL Greek NT, Romans, Chapter 06
122 Romans SBL Greek NT, Romans, Chapter 05
121 Romans SBL Greek NT, Romans, Chapter 04
120 Romans SBL Greek NT, Romans, Chapter 03
119 Romans SBL Greek NT, Romans, Chapter 02
118 Romans SBL Greek NT, Romans, Chapter 01
117 Acts SBL Greek NT, Acts, Chapter 28
116 Acts SBL Greek NT, Acts, Chapter 27
115 Acts SBL Greek NT, Acts, Chapter 26
114 Acts SBL Greek NT, Acts, Chapter 25
113 Acts SBL Greek NT, Acts, Chapter 24
112 Acts SBL Greek NT, Acts, Chapter 23
111 Acts SBL Greek NT, Acts, Chapter 22
110 Acts SBL Greek NT, Acts, Chapter 21
109 Acts SBL Greek NT, Acts, Chapter 20
108 Acts SBL Greek NT, Acts, Chapter 19
107 Acts SBL Greek NT, Acts, Chapter 18
106 Acts SBL Greek NT, Acts, Chapter 17
105 Acts SBL Greek NT, Acts, Chapter 16
104 Acts SBL Greek NT, Acts, Chapter 15
103 Acts SBL Greek NT, Acts, Chapter 14
102 Acts SBL Greek NT, Acts, Chapter 13
101 Acts SBL Greek NT, Acts, Chapter 12
100 Acts SBL Greek NT, Acts, Chapter 11
99 Acts SBL Greek NT, Acts, Chapter 10
98 Acts SBL Greek NT, Acts, Chapter 09
97 Acts SBL Greek NT, Acts, Chapter 08
96 Acts SBL Greek NT, Acts, Chapter 07
95 Acts SBL Greek NT, Acts, Chapter 06
» Acts SBL Greek NT, Acts, Chapter 05
93 Acts SBL Greek NT, Acts, Chapter 04
92 Acts SBL Greek NT, Acts, Chapter 03
91 Acts SBL Greek NT, Acts, Chapter 02
90 Acts SBL Greek NT, Acts, Chapter 01
89 John SBL Greek NT, John, Chapter 21
88 John SBL Greek NT, John, Chapter 20
87 John SBL Greek NT, John, Chapter 19
86 John SBL Greek NT, John, Chapter 18
85 John SBL Greek NT, John, Chapter 17
84 John SBL Greek NT, John, Chapter 16
83 John SBL Greek NT, John, Chapter 15
82 John SBL Greek NT, John, Chapter 14
81 John SBL Greek NT, John, Chapter 13
80 John SBL Greek NT, John, Chapter 12
79 John SBL Greek NT, John, Chapter 11
78 John SBL Greek NT, John, Chapter 10
77 John SBL Greek NT, John, Chapter 09
76 John SBL Greek NT, John, Chapter 08
75 John SBL Greek NT, John, Chapter 07
74 John SBL Greek NT, John, Chapter 06
73 John SBL Greek NT, John, Chapter 05
72 John SBL Greek NT, John, Chapter 04
71 John SBL Greek NT, John, Chapter 03
70 John SBL Greek NT, John, Chapter 02
69 John SBL Greek NT, John, Chapter 01
68 Luke SBL Greek NT, Luke, Chapter 24
67 Luke SBL Greek NT, Luke, Chapter 23
66 Luke SBL Greek NT, Luke, Chapter 22
65 Luke SBL Greek NT, Luke, Chapter 21
64 Luke SBL Greek NT, Luke, Chapter 20
63 Luke SBL Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소