Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
John 14
1Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
2ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν ⸀ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν·
3καὶ ἐὰν πορευθῶ ⸀καὶ ἑτοιμάσω ⸂τόπον ὑμῖν⸃, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.
4καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε ⸂τὴν ὁδόν⸃.
5λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· ⸀πῶς ⸂δυνάμεθα τὴν ὁδὸν εἰδέναι⸃;
6λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ διʼ ἐμοῦ.
7εἰ ⸀ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε⸃· ⸀ἀπʼ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε ⸀αὐτόν.
8Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν.
9λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸂Τοσούτῳ χρόνῳ⸃ μεθʼ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· ⸀πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα;
10οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ ⸀λέγω ὑμῖν ἀπʼ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ ⸀πατὴρ ἐν ἐμοὶ ⸀μένων ποιεῖ τὰ ἔργα ⸀αὐτοῦ.
11πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ ⸀πιστεύετε.
12ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν ⸀πατέρα πορεύομαι·
13καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ·
14ἐάν τι αἰτήσητέ ⸀με ἐν τῷ ὀνόματί μου ⸀ἐγὼ ποιήσω.
15Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς ⸀τηρήσετε·
16κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα ⸀ᾖ μεθʼ ὑμῶν εἰς τὸν ⸀αἰῶνα,
17τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ ⸀γινώσκει· ⸀ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρʼ ὑμῖν μένει καὶ ἐν ὑμῖν ⸀ἔσται.
18Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς.
19ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ⸀ζήσετε.
20ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ⸂γνώσεσθε ὑμεῖς⸃ ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν.
21ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.
22λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, ⸀τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ;
23ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρʼ αὐτῷ ⸀ποιησόμεθα.
24ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός.
25Ταῦτα λελάληκα ὑμῖν παρʼ ὑμῖν μένων·
26ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ⸀ὑμῖν.
27εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω.
28ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, ⸀ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ ⸀πατὴρ μείζων μού ἐστιν.
29καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε.
30οὐκέτι πολλὰ λαλήσω μεθʼ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν,
31ἀλλʼ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ⸀ἐνετείλατο μοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.

List of Articles
번호 분류 제목
128 Romans SBL Greek NT, Romans, Chapter 11
127 Romans SBL Greek NT, Romans, Chapter 10
126 Romans SBL Greek NT, Romans, Chapter 09
125 Romans SBL Greek NT, Romans, Chapter 08
124 Romans SBL Greek NT, Romans, Chapter 07
123 Romans SBL Greek NT, Romans, Chapter 06
122 Romans SBL Greek NT, Romans, Chapter 05
121 Romans SBL Greek NT, Romans, Chapter 04
120 Romans SBL Greek NT, Romans, Chapter 03
119 Romans SBL Greek NT, Romans, Chapter 02
118 Romans SBL Greek NT, Romans, Chapter 01
117 Acts SBL Greek NT, Acts, Chapter 28
116 Acts SBL Greek NT, Acts, Chapter 27
115 Acts SBL Greek NT, Acts, Chapter 26
114 Acts SBL Greek NT, Acts, Chapter 25
113 Acts SBL Greek NT, Acts, Chapter 24
112 Acts SBL Greek NT, Acts, Chapter 23
111 Acts SBL Greek NT, Acts, Chapter 22
110 Acts SBL Greek NT, Acts, Chapter 21
109 Acts SBL Greek NT, Acts, Chapter 20
108 Acts SBL Greek NT, Acts, Chapter 19
107 Acts SBL Greek NT, Acts, Chapter 18
106 Acts SBL Greek NT, Acts, Chapter 17
105 Acts SBL Greek NT, Acts, Chapter 16
104 Acts SBL Greek NT, Acts, Chapter 15
103 Acts SBL Greek NT, Acts, Chapter 14
102 Acts SBL Greek NT, Acts, Chapter 13
101 Acts SBL Greek NT, Acts, Chapter 12
100 Acts SBL Greek NT, Acts, Chapter 11
99 Acts SBL Greek NT, Acts, Chapter 10
98 Acts SBL Greek NT, Acts, Chapter 09
97 Acts SBL Greek NT, Acts, Chapter 08
96 Acts SBL Greek NT, Acts, Chapter 07
95 Acts SBL Greek NT, Acts, Chapter 06
94 Acts SBL Greek NT, Acts, Chapter 05
93 Acts SBL Greek NT, Acts, Chapter 04
92 Acts SBL Greek NT, Acts, Chapter 03
91 Acts SBL Greek NT, Acts, Chapter 02
90 Acts SBL Greek NT, Acts, Chapter 01
89 John SBL Greek NT, John, Chapter 21
88 John SBL Greek NT, John, Chapter 20
87 John SBL Greek NT, John, Chapter 19
86 John SBL Greek NT, John, Chapter 18
85 John SBL Greek NT, John, Chapter 17
84 John SBL Greek NT, John, Chapter 16
83 John SBL Greek NT, John, Chapter 15
» John SBL Greek NT, John, Chapter 14
81 John SBL Greek NT, John, Chapter 13
80 John SBL Greek NT, John, Chapter 12
79 John SBL Greek NT, John, Chapter 11
78 John SBL Greek NT, John, Chapter 10
77 John SBL Greek NT, John, Chapter 09
76 John SBL Greek NT, John, Chapter 08
75 John SBL Greek NT, John, Chapter 07
74 John SBL Greek NT, John, Chapter 06
73 John SBL Greek NT, John, Chapter 05
72 John SBL Greek NT, John, Chapter 04
71 John SBL Greek NT, John, Chapter 03
70 John SBL Greek NT, John, Chapter 02
69 John SBL Greek NT, John, Chapter 01
68 Luke SBL Greek NT, Luke, Chapter 24
67 Luke SBL Greek NT, Luke, Chapter 23
66 Luke SBL Greek NT, Luke, Chapter 22
65 Luke SBL Greek NT, Luke, Chapter 21
64 Luke SBL Greek NT, Luke, Chapter 20
63 Luke SBL Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소