Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
4:1 Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης
4:2 -καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ-
4:3 ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.
4:4 Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.
4:5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ [τῷ] Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·
4:6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη.
4:7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πεῖν·
4:8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν.
4:9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρίταις.
4:10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
4:11 λέγει αὐτῷ [ἡ γυνή]· κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
4:12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
4:13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
4:14 ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
4:15 λέγει πρὸς αὐτὸν ἡ γυνή· κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν.
4:16 λέγει αὐτῇ· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.
4:17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῷ· οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω·
4:18 πέντε γὰρ ἄνδρας ἔσχες καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
4:19 λέγει αὐτῷ ἡ γυνή· κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
4:20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.
4:21 λέγει αὐτῇ ὁ Ἰησοῦς· πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί.
4:22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
4:23 ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
4:24 πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
4:25 λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.
4:26 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι, ὁ λαλῶν σοι.
4:27 Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν· τί ζητεῖς ἤ τί λαλεῖς μετ᾽ αὐτῆς;
4:28 ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις·
4:29 δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα, μήτι οὗτός ἐστιν ὁ χριστός;
4:30 ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
4:31 Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ῥαββί, φάγε.
4:32 ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.
4:33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;
4:34 λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
4:35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν. ἤδη
4:36 ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
4:37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
4:38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
4:39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα ἃ ἐποίησα.
4:40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
4:41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,
4:42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν, αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.
4:43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν·
4:44 αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.
4:45 ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
4:46 Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ.
4:47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν.
4:48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.
4:49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός· κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.
4:50 λέγει αὐτῷ ὁ Ἰησοῦς· πορεύου, ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο.
4:51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ.
4:52 ἐπύθετο οὖν τὴν ὥραν παρ᾽ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· εἶπαν οὖν αὐτῷ ὅτι ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.
4:53 ἔγνω οὖν ὁ πατὴρ ὅτι [ἐν] ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
4:54 Τοῦτο [δὲ] πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

List of Articles
번호 분류 제목
194 1 Timothy NA27 (Nestle-Aland 27th Edition), 1 Timothy, Chapter 04
193 1 Timothy NA27 (Nestle-Aland 27th Edition), 1 Timothy, Chapter 03
192 1 Timothy NA27 (Nestle-Aland 27th Edition), 1 Timothy, Chapter 02
191 1 Timothy NA27 (Nestle-Aland 27th Edition), 1 Timothy, Chapter 01
190 2 Thessalonians NA27 (Nestle-Aland 27th Edition), 2 Thessalonians, Chapter 03
189 2 Thessalonians NA27 (Nestle-Aland 27th Edition), 2 Thessalonians, Chapter 02
188 2 Thessalonians NA27 (Nestle-Aland 27th Edition), 2 Thessalonians, Chapter 01
187 1 Thessalonians NA27 (Nestle-Aland 27th Edition), 1 Thessalonians, Chapter 05
186 1 Thessalonians NA27 (Nestle-Aland 27th Edition), 1 Thessalonians, Chapter 04
185 1 Thessalonians NA27 (Nestle-Aland 27th Edition), 1 Thessalonians, Chapter 03
184 1 Thessalonians NA27 (Nestle-Aland 27th Edition), 1 Thessalonians, Chapter 02
183 1 Thessalonians NA27 (Nestle-Aland 27th Edition), 1 Thessalonians, Chapter 01
182 Colossians NA27 (Nestle-Aland 27th Edition), Colossians, Chapter 04
181 Colossians NA27 (Nestle-Aland 27th Edition), Colossians, Chapter 03
180 Colossians NA27 (Nestle-Aland 27th Edition), Colossians, Chapter 02
179 Colossians NA27 (Nestle-Aland 27th Edition), Colossians, Chapter 01
178 Philippians NA27 (Nestle-Aland 27th Edition), Philippians, Chapter 04
177 Philippians NA27 (Nestle-Aland 27th Edition), Philippians, Chapter 03
176 Philippians NA27 (Nestle-Aland 27th Edition), Philippians, Chapter 02
175 Philippians NA27 (Nestle-Aland 27th Edition), Philippians, Chapter 01
174 Ephesians NA27 (Nestle-Aland 27th Edition), Ephesians, Chapter 06
173 Ephesians NA27 (Nestle-Aland 27th Edition), Ephesians, Chapter 05
172 Ephesians NA27 (Nestle-Aland 27th Edition), Ephesians, Chapter 04
171 Ephesians NA27 (Nestle-Aland 27th Edition), Ephesians, Chapter 03
170 Ephesians NA27 (Nestle-Aland 27th Edition), Ephesians, Chapter 02
169 Ephesians NA27 (Nestle-Aland 27th Edition), Ephesians, Chapter 01
168 Galatians NA27 (Nestle-Aland 27th Edition), Galatians, Chapter 06
167 Galatians NA27 (Nestle-Aland 27th Edition), Galatians, Chapter 05
166 Galatians NA27 (Nestle-Aland 27th Edition), Galatians, Chapter 04
165 Galatians NA27 (Nestle-Aland 27th Edition), Galatians, Chapter 03
164 Galatians NA27 (Nestle-Aland 27th Edition), Galatians, Chapter 02
163 Galatians NA27 (Nestle-Aland 27th Edition), Galatians, Chapter 01
162 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 13
161 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 12
160 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 11
159 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 10
158 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 09
157 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 08
156 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 07
155 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 06
154 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 05
153 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 04
152 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 03
151 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 02
150 2 Corinthians NA27 (Nestle-Aland 27th Edition), 2 Corinthians, Chapter 01
149 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 16
148 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 15
147 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 14
146 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 13
145 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 12
144 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 11
143 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 10
142 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 09
141 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 08
140 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 07
139 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 06
138 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 05
137 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 04
136 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 03
135 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 02
134 1 Corinthians NA27 (Nestle-Aland 27th Edition), 1 Corinthians, Chapter 01
133 Romans NA27 (Nestle-Aland 27th Edition), Romans, Chapter 16
132 Romans NA27 (Nestle-Aland 27th Edition), Romans, Chapter 15
131 Romans NA27 (Nestle-Aland 27th Edition), Romans, Chapter 14
130 Romans NA27 (Nestle-Aland 27th Edition), Romans, Chapter 13
129 Romans NA27 (Nestle-Aland 27th Edition), Romans, Chapter 12
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소