Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
10:1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ἑτέρους ἑβδομήκοντα [δύο] καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο [δύο] πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
10:2 ἔλεγεν δὲ πρὸς αὐτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ.
10:3 ὑπάγετε· ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.
10:4 μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
10:5 εἰς ἣν δ᾽ ἂν εἰσέλθητε οἰκίαν, πρῶτον λέγετε· εἰρήνη τῷ οἴκῳ τούτῳ.
10:6 καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μή γε, ἐφ᾽ ὑμᾶς ἀνακάμψει.
10:7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
10:8 καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν
10:9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς· ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
10:10 εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε·
10:11 καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ.
10:12 λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.
10:13 Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν.
10:14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν.
10:15 καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως τοῦ ᾅδου καταβήσῃ.
10:16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
10:17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα [δύο] μετὰ χαρᾶς λέγοντες· κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
10:18 εἶπεν δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
10:19 ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.
10:20 πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.
10:21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο [ἐν] τῷ πνεύματι τῷ ἁγίῳ καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναὶ ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.
10:22 πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
10:23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπεν· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.
10:24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
10:25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
10:26 ὁ δὲ εἶπεν πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
10:27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [τῆς] καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
10:28 εἶπεν δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.
10:29 ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· καὶ τίς ἐστίν μου πλησίον;
10:30 Ὑπολαβὼν ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ.
10:31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν·
10:32 ὁμοίως δὲ καὶ Λευίτης [γενόμενος] κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν.
10:33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ᾽ αὐτὸν καὶ ἰδὼν ἐσπλαγχνίσθη,
10:34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ.
10:35 καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν ἔδωκεν δύο δηνάρια τῷ πανδοχεῖ καὶ εἶπεν· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
10:36 τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
10:37 ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.
10:38 Ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν.
10:39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
10:40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
10:41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
10:42 ἑνὸς δέ ἐστιν χρεία· Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

List of Articles
번호 분류 제목
62 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 18
61 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 17
60 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 16
59 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 15
58 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 14
57 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 13
56 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 12
55 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 11
» Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 10
53 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 09
52 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 08
51 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 07
50 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 06
49 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 05
48 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 04
47 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 03
46 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 02
45 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 01
44 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 16
43 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 15
42 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 14
41 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 13
40 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 12
39 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 11
38 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 10
37 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 09
36 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 08
35 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 07
34 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 06
33 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 05
32 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 04
31 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 03
30 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 02
29 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 01
28 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 28
27 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 27
26 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 26
25 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 25
24 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 24
23 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 23
22 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 22
21 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 21
20 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 20
19 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 19
18 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 18
17 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 17
16 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 16
15 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 15
14 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 14
13 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 13
12 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 12
11 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 11
10 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 10
9 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 09
8 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 08
7 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 07
6 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 06
5 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 05
4 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 04
3 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 03
2 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 02
1 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소