5:1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
5:2 καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας;
5:3 ἐγὼ μὲν γάρ, ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον·
5:4 ἐν τῷ ὀνόματι τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ,
5:5 παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου.
5:6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
5:7 ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός.
5:8 ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
5:9 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις,
5:10 οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
5:11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
5:12 τί γάρ μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;
5:13 τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ. ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
1 Corinthians
Greek NA28 NT, 1 Corinthians, Chapter 05
| 번호 | 분류 | 제목 |
|---|---|---|
| 16 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 01 |
| 15 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 02 |
| 14 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 03 |
| 13 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 04 |
| » | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 05 |
| 11 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 06 |
| 10 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 07 |
| 9 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 08 |
| 8 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 09 |
| 7 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 10 |
| 6 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 11 |
| 5 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 12 |
| 4 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 13 |
| 3 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 14 |
| 2 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 15 |
| 1 | 1 Corinthians | Greek NA28 NT, 1 Corinthians, Chapter 16 |
Previous
List