29:1 ἐν τῷ ἔτει τῷ δεκάτῳ ἐν τῷ δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
29:2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ᾽ αὐτὸν καὶ ἐπ᾽ Αἴγυπτον ὅλην
29:3 καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ τὸν λέγοντα ἐμοί εἰσιν οἱ ποταμοί καὶ ἐγὼ ἐποίησα αὐτούς
29:4 καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθῦς τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου
29:5 καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα
29:6 καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι κύριος ἀνθ᾽ ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ισραηλ
29:7 ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν ἐθλάσθης καὶ ὅτε ἐπεκράτησεν ἐπ᾽ αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν
29:8 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ καὶ κτήνη
29:9 καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἀντὶ τοῦ λέγειν σε οἱ ποταμοὶ ἐμοί εἰσιν καὶ ἐγὼ ἐποίησα αὐτούς
29:10 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων
29:11 οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη
29:12 καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσιν καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας
29:13 τάδε λέγει κύριος μετὰ τεσσαράκοντα ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ
29:14 καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Παθουρης ἐν τῇ γῇ ὅθεν ἐλήμφθησαν καὶ ἔσται ἀρχὴ ταπεινὴ
29:15 παρὰ πάσας τὰς ἀρχάς οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσιν
29:16 καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ισραηλ εἰς ἐλπίδα ἀναμιμνῄσκουσαν ἀνομίαν ἐν τῷ αὐτοὺς ἀκολουθῆσαι ὀπίσω αὐτῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
29:17 καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ πρώτου ἐγένετο λόγος κυρίου πρός με λέγων
29:18 υἱὲ ἀνθρώπου Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπ᾽ αὐτήν
29:19 τάδε λέγει κύριος κύριος ἰδοὺ δίδωμι τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ
29:20 ἀντὶ τῆς λειτουργίας αὐτοῦ ἧς ἐδούλευσεν ἐπὶ Τύρον δέδωκα αὐτῷ γῆν Αἰγύπτου τάδε λέγει κύριος κύριος
29:21 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ισραηλ καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 01
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 02
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 03
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 04
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 05
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 06
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 07
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 08
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 09
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 10
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 11
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 12
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 13
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 14
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 15
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 16
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 17
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 18
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 19
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 20
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 21
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 22
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 23
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 24
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 25
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 26
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 27
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 28
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 29
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 30
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 31
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 32
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 33
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 34
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 35
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 36
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 37
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 38
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 39
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 40
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 41
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 42
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 43
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 44
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 45
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 46
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 47
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 48
Previous
List