Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

45:1 καὶ ἤκουσεν Σαφατιας υἱὸς Μαθαν καὶ Γοδολιας υἱὸς Πασχωρ καὶ Ιωαχαλ υἱὸς Σελεμιου τοὺς λόγους οὓς ἐλάλει Ιερεμιας ἐπὶ τὸν λαὸν λέγων
45:2 οὕτως εἶπεν κύριος ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα καὶ ζήσεται
45:3 ὅτι οὕτως εἶπεν κύριος παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος καὶ συλλήμψεται αὐτήν
45:4 καὶ εἶπαν τῷ βασιλεῖ ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλ᾽ ἢ πονηρά
45:5 καὶ εἶπεν ὁ βασιλεύς ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς
45:6 καὶ ἔρριψαν αὐτὸν εἰς τὸν λάκκον Μελχιου υἱοῦ τοῦ βασιλέως ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ᾽ ἢ βόρβορος καὶ ἦν ἐν τῷ βορβόρῳ
45:7 καὶ ἤκουσεν Αβδεμελεχ ὁ Αἰθίοψ καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως ὅτι ἔδωκαν Ιερεμιαν εἰς τὸν λάκκον καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμιν
45:8 καὶ ἐξῆλθεν πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἶπεν
45:9 ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει
45:10 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Αβδεμελεχ λέγων λαβὲ εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου ἵνα μὴ ἀποθάνῃ
45:11 καὶ ἔλαβεν Αβδεμελεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς Ιερεμιαν εἰς τὸν λάκκον
45:12 καὶ εἶπεν ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων καὶ ἐποίησεν Ιερεμιας οὕτως
45:13 καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου καὶ ἐκάθισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς
45:14 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ασελισι τὴν ἐν οἴκῳ κυρίου καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἐρωτήσω σε λόγον καὶ μὴ δὴ κρύψῃς ἀπ᾽ ἐμοῦ ῥῆμα
45:15 καὶ εἶπεν Ιερεμιας τῷ βασιλεῖ ἐὰν ἀναγγείλω σοι οὐχὶ θανάτῳ με θανατώσεις καὶ ἐὰν συμβουλεύσω σοι οὐ μὴ ἀκούσῃς μου
45:16 καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων ζῇ κύριος ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων
45:17 καὶ εἶπεν αὐτῷ Ιερεμιας οὕτως εἶπεν κύριος ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος καὶ ζήσεται ἡ ψυχή σου καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου
45:18 καὶ ἐὰν μὴ ἐξέλθῃς δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων καὶ καύσουσιν αὐτὴν ἐν πυρί καὶ σὺ οὐ μὴ σωθῇς
45:19 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ιερεμια ἐγὼ λόγον ἔχω τῶν Ιουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους μὴ δώσειν με εἰς χεῖρας αὐτῶν καὶ καταμωκήσονταί μου
45:20 καὶ εἶπεν Ιερεμιας οὐ μὴ παραδῶσίν σε ἄκουσον τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω πρὸς σέ καὶ βέλτιον ἔσται σοι καὶ ζήσεται ἡ ψυχή σου
45:21 καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν οὗτος ὁ λόγος ὃν ἔδειξέν μοι κύριος
45:22 καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ιουδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος καὶ αὗται ἔλεγον ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου ἀπέστρεψαν ἀπὸ σοῦ
45:23 καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους καὶ σὺ οὐ μὴ σωθῇς ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημφθήσῃ καὶ ἡ πόλις αὕτη κατακαυθήσεται
45:24 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων καὶ σὺ οὐ μὴ ἀποθάνῃς
45:25 καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι καὶ ἔλθωσιν πρὸς σὲ καὶ εἴπωσίν σοι ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς μὴ κρύψῃς ἀφ᾽ ἡμῶν καὶ οὐ μὴ ἀνέλωμέν σε καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς
45:26 καὶ ἐρεῖς αὐτοῖς ῥίπτω ἐγὼ τὸ ἔλεός μου κατ᾽ ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ιωναθαν ἀποθανεῖν ἐκεῖ
45:27 καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ιερεμιαν καὶ ἠρώτησαν αὐτόν καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς καὶ ἀπεσιώπησαν ὅτι οὐκ ἠκούσθη λόγος κυρίου
45:28 καὶ ἐκάθισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήμφθη Ιερουσαλημ


List of Articles
번호 분류 제목
52 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 01
51 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 02
50 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 03
49 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 04
48 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 05
47 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 06
46 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 07
45 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 08
44 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 09
43 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 10
42 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 11
41 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 12
40 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 13
39 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 14
38 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 15
37 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 16
36 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 17
35 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 18
34 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 19
33 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 20
32 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 21
31 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 22
30 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 23
29 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 24
28 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 25
27 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 26
26 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 27
25 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 28
24 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 29
23 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 30
22 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 31
21 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 32
20 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 33
19 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 34
18 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 35
17 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 36
16 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 37
15 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 38
14 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 39
13 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 40
12 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 41
11 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 42
10 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 43
9 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 44
» Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 45
7 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 46
6 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 47
5 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 48
4 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 49
3 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 50
목록
Board Pagination Prev 1 2 Next
/ 2

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소