19:1 τότε εἶπεν κύριος πρός με βάδισον καὶ κτῆσαι βῖκον πεπλασμένον ὀστράκινον καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν πρεσβυτέρων τῶν ἱερέων
19:2 καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς χαρσιθ καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους οὓς ἂν λαλήσω πρὸς σέ
19:3 καὶ ἐρεῖς αὐτοῖς ἀκούσατε τὸν λόγον κυρίου βασιλεῖς Ιουδα καὶ ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ
19:4 ἀνθ᾽ ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον καὶ ἐθυμίασαν ἐν αὐτῷ θεοῖς ἀλλοτρίοις οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν καὶ οἱ βασιλεῖς Ιουδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθῴων
19:5 καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βααλ τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρί ἃ οὐκ ἐνετειλάμην οὐδὲ ἐλάλησα οὐδὲ διενοήθην ἐν τῇ καρδίᾳ μου
19:6 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ ἔτι διάπτωσις καὶ πολυάνδριον υἱοῦ Εννομ ἀλλ᾽ ἢ πολυάνδριον τῆς σφαγῆς
19:7 καὶ σφάξω τὴν βουλὴν Ιουδα καὶ τὴν βουλὴν Ιερουσαλημ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ ἐν χερσὶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς
19:8 καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμόν πᾶς ὁ παραπορευόμενος ἐπ᾽ αὐτῆς σκυθρωπάσει καὶ συριεῖ ὑπὲρ πάσης τῆς πληγῆς αὐτῆς
19:9 καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τὰς σάρκας τῶν θυγατέρων αὐτῶν καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν
19:10 καὶ συντρίψεις τὸν βῖκον κατ᾽ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετὰ σοῦ
19:11 καὶ ἐρεῖς τάδε λέγει κύριος οὕτως συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην καθὼς συντρίβεται ἄγγος ὀστράκινον ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι
19:12 οὕτως ποιήσω λέγει κύριος τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν
19:13 καὶ οἱ οἶκοι Ιερουσαλημ καὶ οἱ οἶκοι βασιλέων Ιουδα ἔσονται καθὼς ὁ τόπος ὁ διαπίπτων τῶν ἀκαθαρσιῶν ἐν πάσαις ταῖς οἰκίαις ἐν αἷς ἐθυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις
19:14 καὶ ἦλθεν Ιερεμιας ἀπὸ τῆς διαπτώσεως οὗ ἀπέστειλεν αὐτὸν κύριος ἐκεῖ τοῦ προφητεῦσαι καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου κυρίου καὶ εἶπε πρὸς πάντα τὸν λαόν
19:15 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς καὶ ἐπὶ τὰς κώμας αὐτῆς ἅπαντα τὰ κακά ἃ ἐλάλησα ἐπ᾽ αὐτήν ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν τοῦ μὴ εἰσακούειν τῶν λόγων μου
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 01
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 02
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 03
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 04
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 05
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 06
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 07
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 08
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 09
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 10
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 11
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 12
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 13
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 14
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 15
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 16
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 17
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 18
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 19
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 20
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 21
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 22
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 23
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 24
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 25
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 26
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 27
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 28
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 29
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 30
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 31
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 32
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 33
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 34
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 35
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 36
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 37
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 38
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 39
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 40
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 41
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 42
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 43
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 44
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 45
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 46
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 47
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 48
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 49
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 50
Previous
List