18:1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
18:2 ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου
18:3 καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων
18:4 καὶ διέπεσεν τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι
18:5 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
18:6 εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος Ισραηλ ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσίν μου
18:7 πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν
18:8 καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν καὶ μετανοήσω περὶ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς
18:9 καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι
18:10 καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς
18:11 καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ ἰδοὺ ἐγὼ πλάσσω ἐφ᾽ ὑμᾶς κακὰ καὶ λογίζομαι ἐφ᾽ ὑμᾶς λογισμόν ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμῶν
18:12 καὶ εἶπαν ἀνδριούμεθα ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν
18:13 διὰ τοῦτο τάδε λέγει κύριος ἐρωτήσατε δὴ ἐν ἔθνεσιν τίς ἤκουσεν τοιαῦτα φρικτά ἃ ἐποίησεν σφόδρα παρθένος Ισραηλ
18:14 μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον
18:15 ὅτι ἐπελάθοντό μου ὁ λαός μου εἰς κενὸν ἐθυμίασαν καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν
18:16 τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον πάντες οἱ διαπορευόμενοι δι᾽ αὐτῆς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεφαλὴν αὐτῶν
18:17 ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν
18:18 καὶ εἶπαν δεῦτε λογισώμεθα ἐπὶ Ιερεμιαν λογισμόν ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ
18:19 εἰσάκουσόν μου κύριε καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου
18:20 εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθὰ τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπ᾽ αὐτῶν
18:21 διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ
18:22 γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν ἐπάξεις ἐπ᾽ αὐτοὺς λῃστὰς ἄφνω ὅτι ἐνεχείρησαν λόγον εἰς σύλλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπ᾽ ἐμέ
18:23 καὶ σύ κύριε ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ᾽ ἐμὲ εἰς θάνατον μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 01
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 02
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 03
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 04
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 05
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 06
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 07
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 08
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 09
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 10
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 11
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 12
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 13
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 14
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 15
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 16
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 17
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 18
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 19
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 20
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 21
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 22
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 23
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 24
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 25
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 26
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 27
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 28
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 29
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 30
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 31
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 32
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 33
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 34
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 35
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 36
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 37
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 38
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 39
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 40
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 41
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 42
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 43
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 44
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 45
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 46
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 47
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 48
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 49
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 50
Previous
List