Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

17:1 
17:2 
17:3 
17:4 
17:5 ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπ᾽ αὐτόν καὶ ἀπὸ κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ
17:6 καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμῳ ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται
17:7 καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ
17:8 καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ᾽ ὕδατα καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ καὶ οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα καὶ ἔσται ἐπ᾽ αὐτῷ στελέχη ἀλσώδη ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται καὶ οὐ διαλείψει ποιῶν καρπόν
17:9 βαθεῖα ἡ καρδία παρὰ πάντα καὶ ἄνθρωπός ἐστιν καὶ τίς γνώσεται αὐτόν
17:10 ἐγὼ κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφροὺς τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ
17:11 ἐφώνησεν πέρδιξ συνήγαγεν ἃ οὐκ ἔτεκεν ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν καὶ ἐπ᾽ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων
17:12 θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμῶν
17:13 ὑπομονὴ Ισραηλ κύριε πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον
17:14 ἴασαί με κύριε καὶ ἰαθήσομαι σῶσόν με καὶ σωθήσομαι ὅτι καύχημά μου σὺ εἶ
17:15 ἰδοὺ αὐτοὶ λέγουσι πρός με ποῦ ἐστιν ὁ λόγος κυρίου ἐλθάτω
17:16 ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα σὺ ἐπίστῃ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου σού ἐστιν
17:17 μὴ γενηθῇς μοι εἰς ἀλλοτρίωσιν φειδόμενός μου ἐν ἡμέρᾳ πονηρᾷ
17:18 καταισχυνθήτωσαν οἱ διώκοντές με καὶ μὴ καταισχυνθείην ἐγώ πτοηθείησαν αὐτοί καὶ μὴ πτοηθείην ἐγώ ἐπάγαγε ἐπ᾽ αὐτοὺς ἡμέραν πονηράν δισσὸν σύντριμμα σύντριψον αὐτούς
17:19 τάδε λέγει κύριος βάδισον καὶ στῆθι ἐν πύλαις υἱῶν λαοῦ σου ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς Ιουδα καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς καὶ ἐν πάσαις ταῖς πύλαις Ιερουσαλημ
17:20 καὶ ἐρεῖς πρὸς αὐτούς ἀκούσατε λόγον κυρίου βασιλεῖς Ιουδα καὶ πᾶσα Ιουδαία καὶ πᾶσα Ιερουσαλημ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις
17:21 τάδε λέγει κύριος φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ιερουσαλημ
17:22 καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ πᾶν ἔργον οὐ ποιήσετε ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν
17:23 καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν τοῦ μὴ ἀκοῦσαί μου καὶ τοῦ μὴ δέξασθαι παιδείαν
17:24 καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητέ μου λέγει κύριος τοῦ μὴ εἰσφέρειν βαστάγματα διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ ποιεῖν πᾶν ἔργον
17:25 καὶ εἰσελεύσονται διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ᾽ ἅρμασιν καὶ ἵπποις αὐτῶν αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰῶνα
17:26 καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ιουδα καὶ κυκλόθεν Ιερουσαλημ καὶ ἐκ γῆς Βενιαμιν καὶ ἐκ τῆς πεδινῆς καὶ ἐκ τοῦ ὄρους καὶ ἐκ τῆς πρὸς νότον φέροντες ὁλοκαυτώματα καὶ θυσίαν καὶ θυμιάματα καὶ μαναα καὶ λίβανον φέροντες αἴνεσιν εἰς οἶκον κυρίου
17:27 καὶ ἔσται ἐὰν μὴ εἰσακούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσθαι ταῖς πύλαις Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἀνάψω πῦρ ἐν ταῖς πύλαις αὐτῆς καὶ καταφάγεται ἄμφοδα Ιερουσαλημ καὶ οὐ σβεσθήσεται


List of Articles
번호 분류 제목
52 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 01
51 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 02
50 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 03
49 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 04
48 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 05
47 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 06
46 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 07
45 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 08
44 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 09
43 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 10
42 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 11
41 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 12
40 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 13
39 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 14
38 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 15
37 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 16
» Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 17
35 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 18
34 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 19
33 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 20
32 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 21
31 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 22
30 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 23
29 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 24
28 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 25
27 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 26
26 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 27
25 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 28
24 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 29
23 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 30
22 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 31
21 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 32
20 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 33
19 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 34
18 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 35
17 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 36
16 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 37
15 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 38
14 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 39
13 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 40
12 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 41
11 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 42
10 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 43
9 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 44
8 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 45
7 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 46
6 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 47
5 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 48
4 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 49
3 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 50
목록
Board Pagination Prev 1 2 Next
/ 2

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소