11:1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
11:2 ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ λαλήσεις πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ
11:3 καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης
11:4 ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκ καμίνου τῆς σιδηρᾶς λέγων ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν καὶ ἔσεσθέ μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν
11:5 ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη καὶ ἀπεκρίθην καὶ εἶπα γένοιτο κύριε
11:6 καὶ εἶπεν κύριος πρός με ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ λέγων ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς
11:7
11:8 καὶ οὐκ ἐποίησαν
11:9 καὶ εἶπεν κύριος πρός με εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ιουδα καὶ ἐν τοῖς κατοικοῦσιν Ιερουσαλημ
11:10 ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον οἳ οὐκ ἤθελον εἰσακοῦσαι τῶν λόγων μου καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ διεσκέδασαν οἶκος Ισραηλ καὶ οἶκος Ιουδα τὴν διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν
11:11 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν καὶ κεκράξονται πρός με καὶ οὐκ εἰσακούσομαι αὐτῶν
11:12 καὶ πορεύσονται πόλεις Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ κεκράξονται πρὸς τοὺς θεούς οἷς αὐτοὶ θυμιῶσιν αὐτοῖς μὴ σώσουσιν αὐτοὺς ἐν καιρῷ τῶν κακῶν αὐτῶν
11:13 ὅτι κατ᾽ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ιουδα καὶ κατ᾽ ἀριθμὸν ἐξόδων τῆς Ιερουσαλημ ἐτάξατε βωμοὺς θυμιᾶν τῇ Βααλ
11:14 καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ ἐν ᾧ ἐπικαλοῦνταί με ἐν καιρῷ κακώσεως αὐτῶν
11:15 τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου ἢ τούτοις διαφεύξῃ
11:16 ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ᾽ αὐτήν μεγάλη ἡ θλῖψις ἐπὶ σέ ἠχρεώθησαν οἱ κλάδοι αὐτῆς
11:17 καὶ κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ισραηλ καὶ οἴκου Ιουδα ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾶν αὐτοὺς τῇ Βααλ
11:18 κύριε γνώρισόν μοι καὶ γνώσομαι τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν
11:19 ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων ἐπ᾽ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι
11:20 κύριε κρίνων δίκαια δοκιμάζων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου
11:21 διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Αναθωθ τοὺς ζητοῦντας τὴν ψυχήν μου τοὺς λέγοντας οὐ μὴ προφητεύσῃς ἐπὶ τῷ ὀνόματι κυρίου εἰ δὲ μή ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν
11:22 ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ᾽ αὐτούς οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ
11:23 καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Αναθωθ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 01
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 02
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 03
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 04
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 05
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 06
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 07
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 08
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 09
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 10
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 11
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 12
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 13
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 14
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 15
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 16
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 17
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 18
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 19
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 20
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 21
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 22
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 23
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 24
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 25
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 26
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 27
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 28
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 29
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 30
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 31
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 32
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 33
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 34
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 35
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 36
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 37
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 38
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 39
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 40
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 41
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 42
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 43
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 44
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 45
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 46
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 47
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 48
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 49
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 50
Previous
List