Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

12:1 λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ λέγει κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ
12:2 ἰδοὺ ἐγὼ τίθημι τὴν Ιερουσαλημ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ Ιουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ιερουσαλημ
12:3 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ιερουσαλημ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται καὶ ἐπισυναχθήσονται ἐπ᾽ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς
12:4 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει ἐπὶ δὲ τὸν οἶκον Ιουδα διανοίξω τοὺς ὀφθαλμούς μου καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει
12:5 καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ιουδα ἐν ταῖς καρδίαις αὐτῶν εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ιερουσαλημ ἐν κυρίῳ παντοκράτορι θεῷ αὐτῶν
12:6 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ιουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν καὶ κατοικήσει Ιερουσαλημ ἔτι καθ᾽ ἑαυτήν
12:7 καὶ σώσει κύριος τὰ σκηνώματα Ιουδα καθὼς ἀπ᾽ ἀρχῆς ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυιδ καὶ ἔπαρσις τῶν κατοικούντων Ιερουσαλημ ἐπὶ τὸν Ιουδαν
12:8 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ τῶν κατοικούντων Ιερουσαλημ καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυιδ ὁ δὲ οἶκος Δαυιδ ὡς οἶκος θεοῦ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν
12:9 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ
12:10 καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ καὶ ἐπιβλέψονται πρός με ἀνθ᾽ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ᾽ αὐτὸν κοπετὸν ὡς ἐπ᾽ ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ
12:11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ιερουσαλημ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου
12:12 καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς φυλὴ καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς φυλὴ οἶκου Δαυιδ καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς φυλὴ οἴκου Ναθαν καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς
12:13 φυλὴ οἴκου Λευι καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς φυλὴ τοῦ Συμεων καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς
12:14 πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς


  1. Greek LXX(Rahlps), Zechariah, Chapter 01

    CategoryZechariah
    Read More
  2. Greek LXX(Rahlps), Zechariah, Chapter 02

    CategoryZechariah
    Read More
  3. Greek LXX(Rahlps), Zechariah, Chapter 03

    CategoryZechariah
    Read More
  4. Greek LXX(Rahlps), Zechariah, Chapter 04

    CategoryZechariah
    Read More
  5. Greek LXX(Rahlps), Zechariah, Chapter 05

    CategoryZechariah
    Read More
  6. Greek LXX(Rahlps), Zechariah, Chapter 06

    CategoryZechariah
    Read More
  7. Greek LXX(Rahlps), Zechariah, Chapter 07

    CategoryZechariah
    Read More
  8. Greek LXX(Rahlps), Zechariah, Chapter 08

    CategoryZechariah
    Read More
  9. Greek LXX(Rahlps), Zechariah, Chapter 09

    CategoryZechariah
    Read More
  10. Greek LXX(Rahlps), Zechariah, Chapter 10

    CategoryZechariah
    Read More
  11. Greek LXX(Rahlps), Zechariah, Chapter 11

    CategoryZechariah
    Read More
  12. Greek LXX(Rahlps), Zechariah, Chapter 12

    CategoryZechariah
    Read More
  13. Greek LXX(Rahlps), Zechariah, Chapter 13

    CategoryZechariah
    Read More
  14. Greek LXX(Rahlps), Zechariah, Chapter 14

    CategoryZechariah
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소