Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

3:1 καὶ ἔδειξέν μοι Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ
3:2 καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον ἐπιτιμήσαι κύριος ἐν σοί διάβολε καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός
3:3 καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου
3:4 καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ᾽ αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου καὶ ἐνδύσατε αὐτὸν ποδήρη
3:5 καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ὁ ἄγγελος κυρίου εἱστήκει
3:6 καὶ διεμαρτύρατο ὁ ἄγγελος κυρίου πρὸς Ἰησοῦν λέγων
3:7 τάδε λέγει κύριος παντοκράτωρ ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃς καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου καὶ ἐὰν διαφυλάξῃς καί γε τὴν αὐλήν μου καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων
3:8 ἄκουε δή Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου διότι ἄνδρες τερατοσκόποι εἰσί διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν
3:9 διότι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον λέγει κύριος παντοκράτωρ καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ
3:10 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς


  1. Greek LXX(Rahlps), Zechariah, Chapter 01

    CategoryZechariah
    Read More
  2. Greek LXX(Rahlps), Zechariah, Chapter 02

    CategoryZechariah
    Read More
  3. Greek LXX(Rahlps), Zechariah, Chapter 03

    CategoryZechariah
    Read More
  4. Greek LXX(Rahlps), Zechariah, Chapter 04

    CategoryZechariah
    Read More
  5. Greek LXX(Rahlps), Zechariah, Chapter 05

    CategoryZechariah
    Read More
  6. Greek LXX(Rahlps), Zechariah, Chapter 06

    CategoryZechariah
    Read More
  7. Greek LXX(Rahlps), Zechariah, Chapter 07

    CategoryZechariah
    Read More
  8. Greek LXX(Rahlps), Zechariah, Chapter 08

    CategoryZechariah
    Read More
  9. Greek LXX(Rahlps), Zechariah, Chapter 09

    CategoryZechariah
    Read More
  10. Greek LXX(Rahlps), Zechariah, Chapter 10

    CategoryZechariah
    Read More
  11. Greek LXX(Rahlps), Zechariah, Chapter 11

    CategoryZechariah
    Read More
  12. Greek LXX(Rahlps), Zechariah, Chapter 12

    CategoryZechariah
    Read More
  13. Greek LXX(Rahlps), Zechariah, Chapter 13

    CategoryZechariah
    Read More
  14. Greek LXX(Rahlps), Zechariah, Chapter 14

    CategoryZechariah
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소