Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

45:1 καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκὸς ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων Μωυσῆν οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις
45:2 ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν
45:3 ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ
45:4 ἐν πίστει καὶ πραΰτητι αὐτὸν ἡγίασεν ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός
45:5 ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς νόμον ζωῆς καὶ ἐπιστήμης διδάξαι τὸν Ιακωβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν Ισραηλ
45:6 Ααρων ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ ἀδελφὸν αὐτοῦ ἐκ φυλῆς Λευι
45:7 ἔστησεν αὐτὸν διαθήκην αἰῶνος καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης
45:8 ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα
45:9 καὶ ἐκύκλωσεν αὐτὸν ῥοΐσκοις χρυσοῖς κώδωσιν πλείστοις κυκλόθεν ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ
45:10 στολῇ ἁγίᾳ χρυσῷ καὶ ὑακίνθῳ καὶ πορφύρᾳ ἔργῳ ποικιλτοῦ λογείῳ κρίσεως δήλοις ἀληθείας κεκλωσμένῃ κόκκῳ ἔργῳ τεχνίτου
45:11 λίθοις πολυτελέσιν γλύμματος σφραγῖδος ἐν δέσει χρυσίου ἔργῳ λιθουργοῦ εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατ᾽ ἀριθμὸν φυλῶν Ισραηλ
45:12 στέφανον χρυσοῦν ἐπάνω κιδάρεως ἐκτύπωμα σφραγῖδος ἁγιάσματος καύχημα τιμῆς ἔργον ἰσχύος ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα
45:13 ὡραῖα πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα ἕως αἰῶνος οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός
45:14 θυσίαι αὐτοῦ ὁλοκαρπωθήσονται καθ᾽ ἡμέραν ἐνδελεχῶς δίς
45:15 ἐπλήρωσεν Μωυσῆς τὰς χεῖρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰῶνος καὶ τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι
45:16 ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος προσαγαγεῖν κάρπωσιν κυρίῳ θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου
45:17 ἔδωκεν αὐτῷ ἐν ἐντολαῖς αὐτοῦ ἐξουσίαν ἐν διαθήκαις κριμάτων διδάξαι τὸν Ιακωβ τὰ μαρτύρια καὶ ἐν νόμῳ αὐτοῦ φωτίσαι Ισραηλ
45:18 ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τῇ ἐρήμῳ ἄνδρες οἱ περὶ Δαθαν καὶ Αβιρων καὶ ἡ συναγωγὴ Κορε ἐν θυμῷ καὶ ὀργῇ
45:19 εἶδεν κύριος καὶ οὐκ εὐδόκησεν καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς ἐποίησεν αὐτοῖς τέρατα καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ
45:20 καὶ προσέθηκεν Ααρων δόξαν καὶ ἔδωκεν αὐτῷ κληρονομίαν ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτῷ ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν
45:21 καὶ γὰρ θυσίας κυρίου φάγονται ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ
45:22 πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία
45:23 καὶ Φινεες υἱὸς Ελεαζαρ τρίτος εἰς δόξαν ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ κυρίου καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ καὶ ἐξιλάσατο περὶ τοῦ Ισραηλ
45:24 διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης προστατεῖν ἁγίων καὶ λαοῦ αὐτοῦ ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας
45:25 καὶ διαθήκη τῷ Δαυιδ υἱῷ Ιεσσαι ἐκ φυλῆς Ιουδα κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου κληρονομία Ααρων καὶ τῷ σπέρματι αὐτοῦ
45:26 δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν


List of Articles
번호 분류 제목
51 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 01
50 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 02
49 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 03
48 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 04
47 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 05
46 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 06
45 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 07
44 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 08
43 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 09
42 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 10
41 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 11
40 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 12
39 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 13
38 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 14
37 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 15
36 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 16
35 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 17
34 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 18
33 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 19
32 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 20
31 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 21
30 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 22
29 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 23
28 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 24
27 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 25
26 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 26
25 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 27
24 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 28
23 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 29
22 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 30
21 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 31
20 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 32
19 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 33
18 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 34
17 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 35
16 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 36
15 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 37
14 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 38
13 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 39
12 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 40
11 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 41
10 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 42
9 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 43
8 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 44
» Sirach Greek LXX(Rahlps), Sirach, Chapter 45
6 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 46
5 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 47
4 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 48
3 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 49
2 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 50
목록
Board Pagination Prev 1 2 Next
/ 2

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소