37:1 πᾶς φίλος ἐρεῖ ἐφιλίασα κἀγώ ἀλλ᾽ ἔστιν φίλος ὀνόματι μόνον φίλος
37:2 οὐχὶ λύπη ἔνι ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν
37:3 ὦ πονηρὸν ἐνθύμημα πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι
37:4 ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι
37:5 ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρός ἔναντι πολέμου λήμψεται ἀσπίδα
37:6 μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασίν σου
37:7 πᾶς σύμβουλος ἐξαίρει βουλήν ἀλλ᾽ ἔστιν συμβουλεύων εἰς ἑαυτόν
37:8 ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται μήποτε βάλῃ ἐπὶ σοὶ κλῆρον
37:9 καὶ εἴπῃ σοι καλὴ ἡ ὁδός σου καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι
37:10 μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν
37:11 μετὰ γυναικὸς περὶ τῆς ἀντιζήλου αὐτῆς καὶ μετὰ δειλοῦ περὶ πολέμου μετὰ ἐμπόρου περὶ μεταβολίας καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου καὶ μετὰ μισθίου ἐφετίου περὶ συντελείας οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας
37:12 ἀλλ᾽ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου καὶ ἐὰν πταίσῃς συναλγήσει σοι
37:13 καὶ βουλὴν καρδίας στῆσον οὐ γὰρ ἔστιν σοι πιστότερος αὐτῆς
37:14 ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς
37:15 καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι ὑψίστου ἵνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου
37:16 ἀρχὴ παντὸς ἔργου λόγος καὶ πρὸ πάσης πράξεως βουλή
37:17 ἴχνος ἀλλοιώσεως καρδίας τέσσαρα μέρη ἀνατέλλει
37:18 ἀγαθὸν καὶ κακόν ζωὴ καὶ θάνατος καὶ ἡ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν
37:19 ἔστιν ἀνὴρ πανοῦργος πολλῶν παιδευτής καὶ τῇ ἰδίᾳ ψυχῇ ἐστιν ἄχρηστος
37:20 ἔστιν σοφιζόμενος ἐν λόγοις μισητός οὗτος πάσης τροφῆς καθυστερήσει
37:21 οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ κυρίου χάρις ὅτι πάσης σοφίας ἐστερήθη
37:22 ἔστιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί
37:23 ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί
37:24 ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες
37:25 ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν καὶ αἱ ἡμέραι τοῦ Ισραηλ ἀναρίθμητοι
37:26 ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα
37:27 τέκνον ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου καὶ ἰδὲ τί πονηρὸν αὐτῇ καὶ μὴ δῷς αὐτῇ
37:28 οὐ γὰρ πάντα πᾶσιν συμφέρει καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ
37:29 μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων
37:30 ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας
37:31 δι᾽ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν ὁ δὲ προσέχων προσθήσει ζωήν
-
Greek LXX(Rahlps), Sirach, Chapter 01
-
Greek LXX(Rahlps), Sirach, Chapter 02
-
Greek LXX(Rahlps), Sirach, Chapter 03
-
Greek LXX(Rahlps), Sirach, Chapter 04
-
Greek LXX(Rahlps), Sirach, Chapter 05
-
Greek LXX(Rahlps), Sirach, Chapter 06
-
Greek LXX(Rahlps), Sirach, Chapter 07
-
Greek LXX(Rahlps), Sirach, Chapter 08
-
Greek LXX(Rahlps), Sirach, Chapter 09
-
Greek LXX(Rahlps), Sirach, Chapter 10
-
Greek LXX(Rahlps), Sirach, Chapter 11
-
Greek LXX(Rahlps), Sirach, Chapter 12
-
Greek LXX(Rahlps), Sirach, Chapter 13
-
Greek LXX(Rahlps), Sirach, Chapter 14
-
Greek LXX(Rahlps), Sirach, Chapter 15
-
Greek LXX(Rahlps), Sirach, Chapter 16
-
Greek LXX(Rahlps), Sirach, Chapter 17
-
Greek LXX(Rahlps), Sirach, Chapter 18
-
Greek LXX(Rahlps), Sirach, Chapter 19
-
Greek LXX(Rahlps), Sirach, Chapter 20
-
Greek LXX(Rahlps), Sirach, Chapter 21
-
Greek LXX(Rahlps), Sirach, Chapter 22
-
Greek LXX(Rahlps), Sirach, Chapter 23
-
Greek LXX(Rahlps), Sirach, Chapter 24
-
Greek LXX(Rahlps), Sirach, Chapter 25
-
Greek LXX(Rahlps), Sirach, Chapter 26
-
Greek LXX(Rahlps), Sirach, Chapter 27
-
Greek LXX(Rahlps), Sirach, Chapter 28
-
Greek LXX(Rahlps), Sirach, Chapter 29
-
Greek LXX(Rahlps), Sirach, Chapter 30
-
Greek LXX(Rahlps), Sirach, Chapter 31
-
Greek LXX(Rahlps), Sirach, Chapter 32
-
Greek LXX(Rahlps), Sirach, Chapter 33
-
Greek LXX(Rahlps), Sirach, Chapter 34
-
Greek LXX(Rahlps), Sirach, Chapter 35
-
Greek LXX(Rahlps), Sirach, Chapter 36
-
Greek LXX(Rahlps), Sirach, Chapter 37
-
Greek LXX(Rahlps), Sirach, Chapter 38
-
Greek LXX(Rahlps), Sirach, Chapter 39
-
Greek LXX(Rahlps), Sirach, Chapter 40
-
Greek LXX(Rahlps), Sirach, Chapter 41
-
Greek LXX(Rahlps), Sirach, Chapter 42
-
Greek LXX(Rahlps), Sirach, Chapter 43
-
Greek LXX(Rahlps), Sirach, Chapter 44
-
Greek LXX(Rahlps), Sirach, Chapter 45
-
Greek LXX(Rahlps), Sirach, Chapter 46
-
Greek LXX(Rahlps), Sirach, Chapter 47
-
Greek LXX(Rahlps), Sirach, Chapter 48
-
Greek LXX(Rahlps), Sirach, Chapter 49
-
Greek LXX(Rahlps), Sirach, Chapter 50
Previous
List