6:1
6:2 μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου
6:3 τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν
6:4 ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν
6:5 λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα
6:6 οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων
6:7 εἰ κτᾶσαι φίλον ἐν πειρασμῷ κτῆσαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ
6:8 ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου
6:9 καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει
6:10 καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου
6:11 καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται
6:12 ἐὰν ταπεινωθῇς ἔσται κατὰ σοῦ καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται
6:13 ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε
6:14 φίλος πιστὸς σκέπη κραταιά ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν
6:15 φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ
6:16 φίλος πιστὸς φάρμακον ζωῆς καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν
6:17 ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ ὅτι κατ᾽ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ
6:18 τέκνον ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν
6:19 ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς
6:20 ὡς τραχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος
6:21 ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ᾽ αὐτῷ καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν
6:22 σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν καὶ οὐ πολλοῖς ἐστιν φανερά
6:23 ἄκουσον τέκνον καὶ ἔκδεξαι γνώμην μου καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου
6:24 καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου
6:25 ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς
6:26 ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς
6:27 ἐξίχνευσον καὶ ζήτησον καὶ γνωσθήσεταί σοι καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν
6:28 ἐπ᾽ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην
6:29 καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης
6:30 κόσμος γὰρ χρύσεός ἐστιν ἐπ᾽ αὐτῆς καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον
6:31 στολὴν δόξης ἐνδύσῃ αὐτὴν καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ
6:32 ἐὰν θέλῃς τέκνον παιδευθήσῃ καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου πανοῦργος ἔσῃ
6:33 ἐὰν ἀγαπήσῃς ἀκούειν ἐκδέξῃ καὶ ἐὰν κλίνῃς τὸ οὖς σου σοφὸς ἔσῃ
6:34 ἐν πλήθει πρεσβυτέρων στῆθι καὶ τίς σοφός αὐτῷ προσκολλήθητι
6:35 πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε
6:36 ἐὰν ἴδῃς συνετόν ὄρθριζε πρὸς αὐτόν καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου
6:37 διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός αὐτὸς στηριεῖ τὴν καρδίαν σου καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι
-
Greek LXX(Rahlps), Sirach, Chapter 01
-
Greek LXX(Rahlps), Sirach, Chapter 02
-
Greek LXX(Rahlps), Sirach, Chapter 03
-
Greek LXX(Rahlps), Sirach, Chapter 04
-
Greek LXX(Rahlps), Sirach, Chapter 05
-
Greek LXX(Rahlps), Sirach, Chapter 06
-
Greek LXX(Rahlps), Sirach, Chapter 07
-
Greek LXX(Rahlps), Sirach, Chapter 08
-
Greek LXX(Rahlps), Sirach, Chapter 09
-
Greek LXX(Rahlps), Sirach, Chapter 10
-
Greek LXX(Rahlps), Sirach, Chapter 11
-
Greek LXX(Rahlps), Sirach, Chapter 12
-
Greek LXX(Rahlps), Sirach, Chapter 13
-
Greek LXX(Rahlps), Sirach, Chapter 14
-
Greek LXX(Rahlps), Sirach, Chapter 15
-
Greek LXX(Rahlps), Sirach, Chapter 16
-
Greek LXX(Rahlps), Sirach, Chapter 17
-
Greek LXX(Rahlps), Sirach, Chapter 18
-
Greek LXX(Rahlps), Sirach, Chapter 19
-
Greek LXX(Rahlps), Sirach, Chapter 20
-
Greek LXX(Rahlps), Sirach, Chapter 21
-
Greek LXX(Rahlps), Sirach, Chapter 22
-
Greek LXX(Rahlps), Sirach, Chapter 23
-
Greek LXX(Rahlps), Sirach, Chapter 24
-
Greek LXX(Rahlps), Sirach, Chapter 25
-
Greek LXX(Rahlps), Sirach, Chapter 26
-
Greek LXX(Rahlps), Sirach, Chapter 27
-
Greek LXX(Rahlps), Sirach, Chapter 28
-
Greek LXX(Rahlps), Sirach, Chapter 29
-
Greek LXX(Rahlps), Sirach, Chapter 30
-
Greek LXX(Rahlps), Sirach, Chapter 31
-
Greek LXX(Rahlps), Sirach, Chapter 32
-
Greek LXX(Rahlps), Sirach, Chapter 33
-
Greek LXX(Rahlps), Sirach, Chapter 34
-
Greek LXX(Rahlps), Sirach, Chapter 35
-
Greek LXX(Rahlps), Sirach, Chapter 36
-
Greek LXX(Rahlps), Sirach, Chapter 37
-
Greek LXX(Rahlps), Sirach, Chapter 38
-
Greek LXX(Rahlps), Sirach, Chapter 39
-
Greek LXX(Rahlps), Sirach, Chapter 40
-
Greek LXX(Rahlps), Sirach, Chapter 41
-
Greek LXX(Rahlps), Sirach, Chapter 42
-
Greek LXX(Rahlps), Sirach, Chapter 43
-
Greek LXX(Rahlps), Sirach, Chapter 44
-
Greek LXX(Rahlps), Sirach, Chapter 45
-
Greek LXX(Rahlps), Sirach, Chapter 46
-
Greek LXX(Rahlps), Sirach, Chapter 47
-
Greek LXX(Rahlps), Sirach, Chapter 48
-
Greek LXX(Rahlps), Sirach, Chapter 49
-
Greek LXX(Rahlps), Sirach, Chapter 50
Previous
List