10:1 [ᾠδὴ Ησαιου] ᾄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου ἀμπελὼν ἐγένετο τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι
10:2 καὶ φραγμὸν περιέθηκα καὶ ἐφύτευσα ἄμπελον ἐν σωρηκ καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν ἐποίησεν δὲ ἀκάνθας
10:3 καὶ νῦν ἄνθρωπος τοῦ Ιουδα καὶ οἱ ἐνοικοῦντες ἐν Ιερουσαλημ κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου
10:4 τί ποιήσω τῷ ἀμπελῶνί μου ἔτι καὶ οὐκ ἐποίησα αὐτῷ διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν ἐποίησεν δὲ ἀκάνθας
10:5 νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα
10:6 καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ εἰς χέρσον ἄκανθαι καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν
10:7 ὁ γὰρ ἀμπελὼν κυρίου σαβαωθ οἶκος Ισραηλ ἐστὶν καὶ ἄνθρωπος τοῦ Ιουδα νεόφυτον ἠγαπημένον καὶ ἔμεινα τοῦ ποιῆσαι κρίσιν ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν
10:8 οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες ἵνα τοῦ πλησίον ἀφέλωνται μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς
10:9 ἠκούσθη γὰρ ταῦτα πάντα εἰς τὰ ὦτα κυρίου σαβαωθ
-
Read More
Greek LXX(Rahlps), Odes, Chapter 01
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 02
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 03
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 04
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 05
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 06
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 07
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 08
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 09
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 10
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 11
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 12
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 13
CategoryOdes -
Read More
Greek LXX(Rahlps), Odes, Chapter 14
CategoryOdes
Previous
List