Greek LXX(Rahlps), Psalms, Chapter 042

?

단축키

Prev이전 문서

Next다음 문서

ESC닫기

크게 작게 위로 아래로 댓글로 가기 인쇄

42:1 ψαλμὸς τῷ Δαυιδ κρῖνόν με ὁ θεός καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με
42:2 ὅτι σὺ εἶ ὁ θεός κραταίωμά μου ἵνα τί ἀπώσω με καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου
42:3 ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου
42:4 καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ ὁ θεὸς ὁ θεός μου
42:5 ἵνα τί περίλυπος εἶ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτῷ σωτήριον τοῦ προσώπου μου ὁ θεός μου


Articles

1 2 3 4