Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

36:1 τοῦ Δαυιδ μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν
36:2 ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται
36:3 ἔλπισον ἐπὶ κύριον καὶ ποίει χρηστότητα καὶ κατασκήνου τὴν γῆν καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς
36:4 κατατρύφησον τοῦ κυρίου καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου
36:5 ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ᾽ αὐτόν καὶ αὐτὸς ποιήσει
36:6 καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν
36:7 ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτόν μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας
36:8 παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν μὴ παραζήλου ὥστε πονηρεύεσθαι
36:9 ὅτι οἱ πονηρευόμενοι ἐξολεθρευθήσονται οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γῆν
36:10 καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς
36:11 οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης
36:12 παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ᾽ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ
36:13 ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ
36:14 ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ
36:15 ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντριβείησαν
36:16 κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν
36:17 ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος
36:18 γινώσκει κύριος τὰς ὁδοὺς τῶν ἀμώμων καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται
36:19 οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται
36:20 ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται οἱ δὲ ἐχθροὶ τοῦ κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον
36:21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοῖ
36:22 ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται
36:23 παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει
36:24 ὅταν πέσῃ οὐ καταραχθήσεται ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ
36:25 νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους
36:26 ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανείζει καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται
36:27 ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος
36:28 ὅτι κύριος ἀγαπᾷ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ εἰς τὸν αἰῶνα φυλαχθήσονται ἄνομοι δὲ ἐκδιωχθήσονται καὶ σπέρμα ἀσεβῶν ἐξολεθρευθήσεται
36:29 δίκαιοι δὲ κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾽ αὐτῆς
36:30 στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν
36:31 ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ
36:32 κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν
36:33 ὁ δὲ κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ οὐδὲ μὴ καταδικάσηται αὐτόν ὅταν κρίνηται αὐτῷ
36:34 ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν ἐν τῷ ἐξολεθρεύεσθαι ἁμαρτωλοὺς ὄψῃ
36:35 εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου
36:36 καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν καὶ ἐζήτησα αὐτόν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ
36:37 φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ
36:38 οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται
36:39 σωτηρία δὲ τῶν δικαίων παρὰ κυρίου καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως
36:40 καὶ βοηθήσει αὐτοῖς κύριος καὶ ῥύσεται αὐτοὺς καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς ὅτι ἤλπισαν ἐπ᾽ αὐτόν


List of Articles
번호 분류 제목
151 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 001
150 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 002
149 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 003
148 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 004
147 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 005
146 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 006
145 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 007
144 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 008
143 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 009
142 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 010
141 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 011
140 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 012
139 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 013
138 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 014
137 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 015
136 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 016
135 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 017
134 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 018
133 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 019
132 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 020
131 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 021
130 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 022
129 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 023
128 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 024
127 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 025
126 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 026
125 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 027
124 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 028
123 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 029
122 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 030
121 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 031
120 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 032
119 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 033
118 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 034
117 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 035
» Psalms Greek LXX(Rahlps), Psalms, Chapter 036
115 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 037
114 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 038
113 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 039
112 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 040
111 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 041
110 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 042
109 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 043
108 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 044
107 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 045
106 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 046
105 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 047
104 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 048
103 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 049
102 Psalms Greek LXX(Rahlps), Psalms, Chapter 050
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소