Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

5:1 καὶ ἀποκριθεὶς Τωβιας εἶπεν αὐτῷ πάτερ ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι
5:2 ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν
5:3 καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι καὶ δώσω αὐτῷ μισθόν ἕως ζῶ καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον
5:4 καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρεν τὸν Ραφαηλ ὃς ἦν ἄγγελος καὶ οὐκ ᾔδει
5:5 καὶ εἶπεν αὐτῷ εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων
5:6 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαηλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην
5:7 καὶ εἶπεν αὐτῷ Τωβιας ὑπόμεινόν με καὶ ἐρῶ τῷ πατρί μου
5:8 καὶ εἶπεν αὐτῷ πορεύου καὶ μὴ χρονίσῃς
5:9 καὶ εἰσελθὼν εἶπεν τῷ πατρί ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι ὁ δὲ εἶπεν φώνησον αὐτὸν πρός με ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ
5:10 καὶ ἐκάλεσεν αὐτόν καὶ εἰσῆλθεν καὶ ἠσπάσαντο ἀλλήλους
5:11 καὶ εἶπεν αὐτῷ Τωβιτ ἄδελφε ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατρίδος σὺ εἶ ὑπόδειξόν μοι
5:12 καὶ εἶπεν αὐτῷ φυλὴν καὶ πατριὰν σὺ ζητεῖς ἢ μίσθιον ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου καὶ εἶπεν αὐτῷ Τωβιτ βούλομαι ἄδελφε ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα
5:13 ὁ δὲ εἶπεν ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου τῶν ἀδελφῶν σου
5:14 καὶ εἶπεν αὐτῷ ὑγιαίνων ἔλθοις ἄδελφε καὶ μή μοι ὀργισθῇς ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς ἐπεγίνωσκον γὰρ ἐγὼ Ανανιαν καὶ Ιαθαν τοὺς υἱοὺς Σεμειου τοῦ μεγάλου ὡς ἐπορευόμεθα κοινῶς εἰς Ιεροσόλυμα προσκυνεῖν ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν ἐκ ῥίζης καλῆς εἶ ἄδελφε
5:15 ἀλλ᾽ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου
5:16 καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε
5:17 καὶ εὐδόκησαν οὕτως καὶ εἶπεν πρὸς Τωβιαν ἕτοιμος γίνου πρὸς τὴν ὁδόν καὶ εὐοδωθείητε καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ πορεύου μετὰ τοῦ ἀνθρώπου ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν καὶ ὁ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν καὶ ὁ κύων τοῦ παιδαρίου μετ᾽ αὐτῶν
5:18 ἔκλαυσεν δὲ Αννα ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιτ τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν ἢ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν
5:19 ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο
5:20 ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ κυρίου τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει
5:21 καὶ εἶπεν αὐτῇ Τωβιτ μὴ λόγον ἔχε ἀδελφή ὑγιαίνων ἐλεύσεται καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν
5:22 ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων
5:23 καὶ ἐπαύσατο κλαίουσα


List of Articles
번호 분류 제목
234 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 01
233 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 02
232 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 03
231 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 04
230 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 05
229 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 06
228 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 07
227 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 08
226 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 09
225 Judith Greek LXX(Rahlps), Judith, Chapter 01
224 Judith Greek LXX(Rahlps), Judith, Chapter 02
223 Judith Greek LXX(Rahlps), Judith, Chapter 03
222 Judith Greek LXX(Rahlps), Judith, Chapter 04
221 Judith Greek LXX(Rahlps), Judith, Chapter 05
220 Judith Greek LXX(Rahlps), Judith, Chapter 06
219 Judith Greek LXX(Rahlps), Judith, Chapter 07
218 Judith Greek LXX(Rahlps), Judith, Chapter 08
217 Judith Greek LXX(Rahlps), Judith, Chapter 09
216 Judith Greek LXX(Rahlps), Judith, Chapter 10
215 Judith Greek LXX(Rahlps), Judith, Chapter 11
214 Judith Greek LXX(Rahlps), Judith, Chapter 12
213 Judith Greek LXX(Rahlps), Judith, Chapter 13
212 Judith Greek LXX(Rahlps), Judith, Chapter 14
211 Judith Greek LXX(Rahlps), Judith, Chapter 15
210 Judith Greek LXX(Rahlps), Judith, Chapter 16
209 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 01
208 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 02
207 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 03
206 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 04
» Tobit Greek LXX(Rahlps), Tobit, Chapter 05
204 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 06
203 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 07
202 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 08
201 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 09
200 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 10
199 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 11
198 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 12
197 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 13
196 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 14
195 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 01
194 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 02
193 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 03
192 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 04
191 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 05
190 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 06
189 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 07
188 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 08
187 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 09
186 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 10
185 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 11
목록
Board Pagination Prev 1 2 3 4 5 Next
/ 5

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소