Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

3:1 καὶ λυπηθεὶς ἔκλαυσα καὶ προσευξάμην μετ᾽ ὀδύνης λέγων
3:2 δίκαιος εἶ κύριε καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα
3:3 μνήσθητί μου καὶ ἐπίβλεψον ἐπ᾽ ἐμέ μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου ἃ ἥμαρτον ἐνώπιόν σου
3:4 παρήκουσαν γὰρ τῶν ἐντολῶν σου ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμοῦ πᾶσιν τοῖς ἔθνεσιν ἐν οἷς ἐσκορπίσμεθα
3:5 καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναὶ ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθείᾳ ἐνώπιόν σου
3:6 καὶ νῦν κατὰ τὸ ἀρεστὸν ἐνώπιόν σου ποίησον μετ᾽ ἐμοῦ ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου ὅπως ἀπολυθῶ καὶ γένωμαι γῆ διότι λυσιτελεῖ μοι ἀποθανεῖν ἢ ζῆν ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα καὶ λύπη ἐστὶν πολλὴ ἐν ἐμοί ἐπίταξον ἀπολυθῆναί με τῆς ἀνάγκης ἤδη εἰς τὸν αἰώνιον τόπον μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ
3:7 ἐν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ραγουηλ Σαρρα ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς
3:8 ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά καὶ Ασμοδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ᾽ αὐτῆς ὡς ἐν γυναιξίν καὶ εἶπαν αὐτῇ οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας ἤδη ἑπτὰ ἔσχες καὶ ἑνὸς αὐτῶν οὐκ ὠνάσθης
3:9 τί ἡμᾶς μαστιγοῖς εἰ ἀπέθαναν βάδιζε μετ᾽ αὐτῶν μὴ ἴδοιμέν σου υἱὸν ἢ θυγατέρα εἰς τὸν αἰῶνα
3:10 ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι καὶ εἶπεν μία μέν εἰμι τῷ πατρί μου ἐὰν ποιήσω τοῦτο ὄνειδος αὐτῷ ἐστιν καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετ᾽ ὀδύνης εἰς ᾅδου
3:11 καὶ ἐδεήθη πρὸς τῇ θυρίδι καὶ εἶπεν εὐλογητὸς εἶ κύριε ὁ θεός μου καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα
3:12 καὶ νῦν κύριε τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα
3:13 εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν
3:14 σὺ γινώσκεις κύριε ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας ἀνδρὸς
3:15 καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου μονογενής εἰμι τῷ πατρί μου καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον ὃ κληρονομήσει αὐτόν οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱός ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα ἤδη ἀπώλοντό μοι ἑπτά ἵνα τί μοι ζῆν καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με ἐπίταξον ἐπιβλέψαι ἐπ᾽ ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν
3:16 καὶ εἰσηκούσθη ἡ προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ραφαηλ
3:17 καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο τοῦ Τωβιτ λεπίσαι τὰ λευκώματα καὶ Σαρραν τὴν τοῦ Ραγουηλ δοῦναι Τωβια τῷ υἱῷ Τωβιτ γυναῖκα καὶ δῆσαι Ασμοδαυν τὸ πονηρὸν δαιμόνιον διότι Τωβια ἐπιβάλλει κληρονομῆσαι αὐτήν ἐν αὐτῷ τῷ καιρῷ ἐπιστρέψας Τωβιτ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ Σαρρα ἡ τοῦ Ραγουηλ κατέβη ἐκ τοῦ ὑπερῴου αὐτῆς


List of Articles
번호 분류 제목
234 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 01
233 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 02
232 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 03
231 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 04
230 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 05
229 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 06
228 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 07
227 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 08
226 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 09
225 Judith Greek LXX(Rahlps), Judith, Chapter 01
224 Judith Greek LXX(Rahlps), Judith, Chapter 02
223 Judith Greek LXX(Rahlps), Judith, Chapter 03
222 Judith Greek LXX(Rahlps), Judith, Chapter 04
221 Judith Greek LXX(Rahlps), Judith, Chapter 05
220 Judith Greek LXX(Rahlps), Judith, Chapter 06
219 Judith Greek LXX(Rahlps), Judith, Chapter 07
218 Judith Greek LXX(Rahlps), Judith, Chapter 08
217 Judith Greek LXX(Rahlps), Judith, Chapter 09
216 Judith Greek LXX(Rahlps), Judith, Chapter 10
215 Judith Greek LXX(Rahlps), Judith, Chapter 11
214 Judith Greek LXX(Rahlps), Judith, Chapter 12
213 Judith Greek LXX(Rahlps), Judith, Chapter 13
212 Judith Greek LXX(Rahlps), Judith, Chapter 14
211 Judith Greek LXX(Rahlps), Judith, Chapter 15
210 Judith Greek LXX(Rahlps), Judith, Chapter 16
209 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 01
208 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 02
» Tobit Greek LXX(Rahlps), Tobit, Chapter 03
206 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 04
205 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 05
204 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 06
203 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 07
202 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 08
201 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 09
200 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 10
199 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 11
198 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 12
197 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 13
196 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 14
195 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 01
194 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 02
193 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 03
192 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 04
191 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 05
190 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 06
189 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 07
188 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 08
187 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 09
186 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 10
185 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 11
목록
Board Pagination Prev 1 2 3 4 5 Next
/ 5

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소