14:1 καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον κυρίου θεοῦ αὐτοῦ
14:2 καὶ ἀπέστησεν τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση
14:3 καὶ εἶπεν τῷ Ιουδα ἐκζητῆσαι τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τὸν νόμον καὶ τὰς ἐντολάς
14:4 καὶ ἀπέστησεν ἀπὸ πασῶν τῶν πόλεων Ιουδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα καὶ εἰρήνευσεν
14:5 πόλεις τειχήρεις ἐν γῇ Ιουδα ὅτι εἰρήνευσεν ἡ γῆ καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσιν τούτοις ὅτι κατέπαυσεν αὐτῷ κύριος
14:6 καὶ εἶπεν τῷ Ιουδα οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλοὺς ἐν ᾧ τῆς γῆς κυριεύσομεν ὅτι καθὼς ἐξεζητήσαμεν κύριον θεὸν ἡμῶν ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐόδωσεν ἡμῖν
14:7 καὶ ἐγένετο τῷ Ασα δύναμις ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ιουδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμιν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα χιλιάδες πάντες οὗτοι πολεμισταὶ δυνάμεως
14:8 καὶ ἐξῆλθεν ἐπ᾽ αὐτοὺς Ζαρε ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσιν καὶ ἅρμασιν τριακοσίοις καὶ ἦλθεν ἕως Μαρισα
14:9 καὶ ἐξῆλθεν Ασα εἰς συνάντησιν αὐτῷ καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρισης
14:10 καὶ ἐβόησεν Ασα πρὸς κύριον θεὸν αὐτοῦ καὶ εἶπεν κύριε οὐκ ἀδυνατεῖ παρὰ σοὶ σῴζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις κατίσχυσον ἡμᾶς κύριε ὁ θεὸς ἡμῶν ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθαμεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο κύριε ὁ θεὸς ἡμῶν μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος
14:11 καὶ ἐπάταξεν κύριος τοὺς Αἰθίοπας ἐναντίον Ιουδα καὶ ἔφυγον οἱ Αἰθίοπες
14:12 καὶ κατεδίωξεν Ασα καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδωρ καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν ὅτι συνετρίβησαν ἐνώπιον κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ καὶ ἐσκύλευσαν σκῦλα πολλά
14:13 καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδωρ ὅτι ἐγενήθη ἔκστασις κυρίου ἐπ᾽ αὐτούς καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς
14:14 καί γε σκηνὰς κτήσεων τοὺς Αμαζονεῖς ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 14
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 01
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 02
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 03
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 04
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 05
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 06
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 07
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 08
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 09
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 10
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 11
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 12
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 13
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 14
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 15
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 16
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 17
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 18
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 19
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 20
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 21
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 22
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 23
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 24
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 25
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 26
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 27
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 28
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 29
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 30
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 31
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 32
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 33
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 34
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 35
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 36
Previous
List