Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

13:1 ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ιωας υἱῷ Οχοζιου βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωαχας υἱὸς Ιου ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη
13:2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ οὐκ ἀπέστη ἀπ᾽ αὐτῶν
13:3 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Αζαηλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Αδερ υἱοῦ Αζαηλ πάσας τὰς ἡμέρας
13:4 καὶ ἐδεήθη Ιωαχας τοῦ προσώπου κυρίου καὶ ἐπήκουσεν αὐτοῦ κύριος ὅτι εἶδεν τὴν θλῖψιν Ισραηλ ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας
13:5 καὶ ἔδωκεν κύριος σωτηρίαν τῷ Ισραηλ καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας καὶ ἐκάθισαν οἱ υἱοὶ Ισραηλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης
13:6 πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐν αὐταῖς ἐπορεύθησαν καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ
13:7 ὅτι οὐχ ὑπελείφθη τῷ Ιωαχας λαὸς ἀλλ᾽ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν
13:8 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαχας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
13:9 καὶ ἐκοιμήθη Ιωαχας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν Σαμαρείᾳ καὶ ἐβασίλευσεν Ιωας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ
13:10 ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ιωας βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωας υἱὸς Ιωαχας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη
13:11 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐν αὐταῖς ἐπορεύθη
13:12 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
13:13 καὶ ἐκοιμήθη Ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ Ιεροβοαμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐν Σαμαρείᾳ μετὰ τῶν υἱῶν Ισραηλ
13:14 καὶ Ελισαιε ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτοῦ δι᾽ ἣν ἀπέθανεν καὶ κατέβη πρὸς αὐτὸν Ιωας βασιλεὺς Ισραηλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν πάτερ πάτερ ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ
13:15 καὶ εἶπεν αὐτῷ Ελισαιε λαβὲ τόξον καὶ βέλη καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη
13:16 καὶ εἶπεν τῷ βασιλεῖ ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον καὶ ἐπεβίβασεν Ιωας τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ τόξον καὶ ἐπέθηκεν Ελισαιε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως
13:17 καὶ εἶπεν ἄνοιξον τὴν θυρίδα κατ᾽ ἀνατολάς καὶ ἤνοιξεν καὶ εἶπεν Ελισαιε τόξευσον καὶ ἐτόξευσεν καὶ εἶπεν βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ καὶ πατάξεις τὴν Συρίαν ἐν Αφεκ ἕως συντελείας
13:18 καὶ εἶπεν αὐτῷ Ελισαιε λαβὲ τόξα καὶ ἔλαβεν καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ πάταξον εἰς τὴν γῆν καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη
13:19 καὶ ἐλυπήθη ἐπ᾽ αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν
13:20 καὶ ἀπέθανεν Ελισαιε καὶ ἔθαψαν αὐτόν καὶ μονόζωνοι Μωαβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ
13:21 καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ελισαιε καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ελισαιε καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ
13:22 καὶ Αζαηλ ἐξέθλιψεν τὸν Ισραηλ πάσας τὰς ἡμέρας Ιωαχας
13:23 καὶ ἠλέησεν κύριος αὐτοὺς καὶ οἰκτίρησεν αὐτοὺς καὶ ἐπέβλεψεν πρὸς αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ οὐκ ἠθέλησεν κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ
13:24 καὶ ἀπέθανεν Αζαηλ βασιλεὺς Συρίας καὶ ἐβασίλευσεν υἱὸς Αδερ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ
13:25 καὶ ἐπέστρεψεν Ιωας υἱὸς Ιωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Αδερ υἱοῦ Αζαηλ ἃς ἔλαβεν ἐκ χειρὸς Ιωαχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ τρὶς ἐπάταξεν αὐτὸν Ιωας καὶ ἐπέστρεψεν τὰς πόλεις Ισραηλ


  1. No Image 27Feb
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 01

  2. No Image 27Feb
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 02

  3. No Image 27Feb
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 03

  4. No Image 27Feb
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 04

  5. No Image 27Feb
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 05

  6. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 06

  7. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 07

  8. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 08

  9. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 09

  10. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 10

  11. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 11

  12. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 12

  13. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 13

  14. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 14

  15. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 15

  16. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 16

  17. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 17

  18. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 18

  19. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 19

  20. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 20

  21. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 21

  22. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 22

  23. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 23

  24. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 24

  25. No Image 06Mar
    by 한글 모레
    in 2 Kings

    Greek LXX(Rahlps), 2 Kings, Chapter 25

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소