Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

11:1 καὶ Γοθολια ἡ μήτηρ Οχοζιου εἶδεν ὅτι ἀπέθανον οἱ υἱοὶ αὐτῆς καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας
11:2 καὶ ἔλαβεν Ιωσαβεε θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου τὸν Ιωας υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ ἐν τῷ ταμιείῳ τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας καὶ οὐκ ἐθανατώθη
11:3 καὶ ἦν μετ᾽ αὐτῆς ἐν οἴκῳ κυρίου κρυβόμενος ἓξ ἔτη καὶ Γοθολια βασιλεύουσα ἐπὶ τῆς γῆς
11:4 καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν Ιωδαε ὁ ἱερεὺς καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους τὸν Χορρι καὶ τὸν Ρασιμ καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον κυρίου καὶ διέθετο αὐτοῖς διαθήκην κυρίου καὶ ὥρκισεν αὐτοὺς ἐνώπιον κυρίου καὶ ἔδειξεν αὐτοῖς Ιωδαε τὸν υἱὸν τοῦ βασιλέως
11:5 καὶ ἐνετείλατο αὐτοῖς λέγων οὗτος ὁ λόγος ὃν ποιήσετε τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξετε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι
11:6 καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων καὶ φυλάξετε τὴν φυλακὴν τοῦ οἴκου
11:7 καὶ δύο χεῖρες ἐν ὑμῖν πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον καὶ φυλάξουσιν τὴν φυλακὴν οἴκου κυρίου πρὸς τὸν βασιλέα
11:8 καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ καὶ ὁ εἰσπορευόμενος εἰς τὰ σαδηρωθ ἀποθανεῖται καὶ ἐγένετο μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν
11:9 καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα ὅσα ἐνετείλατο Ιωδαε ὁ συνετός καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθεν πρὸς Ιωδαε τὸν ἱερέα
11:10 καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυιδ τοὺς ἐν οἴκῳ κυρίου
11:11 καὶ ἔστησαν οἱ παρατρέχοντες ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ
11:12 καὶ ἐξαπέστειλεν τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ᾽ αὐτὸν τὸ νεζερ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν ζήτω ὁ βασιλεύς
11:13 καὶ ἤκουσεν Γοθολια τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλθεν πρὸς τὸν λαὸν εἰς οἶκον κυρίου
11:14 καὶ εἶδεν καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξιν καὶ διέρρηξεν Γοθολια τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησεν σύνδεσμος σύνδεσμος
11:15 καὶ ἐνετείλατο Ιωδαε ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπεν πρὸς αὐτούς ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρωθ καὶ ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ῥομφαίᾳ ὅτι εἶπεν ὁ ἱερεύς καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ κυρίου
11:16 καὶ ἐπέθηκαν αὐτῇ χεῖρας καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ
11:17 καὶ διέθετο Ιωδαε διαθήκην ἀνὰ μέσον κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ κυρίῳ καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ
11:18 καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν Ματθαν τὸν ἱερέα τοῦ Βααλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον κυρίου
11:19 καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρι καὶ τὸν Ρασιμ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου κυρίου καὶ εἰσῆλθεν ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως καὶ ἐκάθισαν αὐτὸν ἐπὶ τοῦ θρόνου τῶν βασιλέων
11:20 καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς καὶ ἡ πόλις ἡσύχασεν καὶ τὴν Γοθολιαν ἐθανάτωσαν ἐν ῥομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως


  1. Greek LXX(Rahlps), 2 Kings, Chapter 01

    Category2 Kings
    Read More
  2. Greek LXX(Rahlps), 2 Kings, Chapter 02

    Category2 Kings
    Read More
  3. Greek LXX(Rahlps), 2 Kings, Chapter 03

    Category2 Kings
    Read More
  4. Greek LXX(Rahlps), 2 Kings, Chapter 04

    Category2 Kings
    Read More
  5. Greek LXX(Rahlps), 2 Kings, Chapter 05

    Category2 Kings
    Read More
  6. Greek LXX(Rahlps), 2 Kings, Chapter 06

    Category2 Kings
    Read More
  7. Greek LXX(Rahlps), 2 Kings, Chapter 07

    Category2 Kings
    Read More
  8. Greek LXX(Rahlps), 2 Kings, Chapter 08

    Category2 Kings
    Read More
  9. Greek LXX(Rahlps), 2 Kings, Chapter 09

    Category2 Kings
    Read More
  10. Greek LXX(Rahlps), 2 Kings, Chapter 10

    Category2 Kings
    Read More
  11. Greek LXX(Rahlps), 2 Kings, Chapter 11

    Category2 Kings
    Read More
  12. Greek LXX(Rahlps), 2 Kings, Chapter 12

    Category2 Kings
    Read More
  13. Greek LXX(Rahlps), 2 Kings, Chapter 13

    Category2 Kings
    Read More
  14. Greek LXX(Rahlps), 2 Kings, Chapter 14

    Category2 Kings
    Read More
  15. Greek LXX(Rahlps), 2 Kings, Chapter 15

    Category2 Kings
    Read More
  16. Greek LXX(Rahlps), 2 Kings, Chapter 16

    Category2 Kings
    Read More
  17. Greek LXX(Rahlps), 2 Kings, Chapter 17

    Category2 Kings
    Read More
  18. Greek LXX(Rahlps), 2 Kings, Chapter 18

    Category2 Kings
    Read More
  19. Greek LXX(Rahlps), 2 Kings, Chapter 19

    Category2 Kings
    Read More
  20. Greek LXX(Rahlps), 2 Kings, Chapter 20

    Category2 Kings
    Read More
  21. Greek LXX(Rahlps), 2 Kings, Chapter 21

    Category2 Kings
    Read More
  22. Greek LXX(Rahlps), 2 Kings, Chapter 22

    Category2 Kings
    Read More
  23. Greek LXX(Rahlps), 2 Kings, Chapter 23

    Category2 Kings
    Read More
  24. Greek LXX(Rahlps), 2 Kings, Chapter 24

    Category2 Kings
    Read More
  25. Greek LXX(Rahlps), 2 Kings, Chapter 25

    Category2 Kings
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소