Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

15:1 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Αβεσσαλωμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ
15:2 καὶ ὤρθρισεν Αβεσσαλωμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης καὶ ἐγένετο πᾶς ἀνήρ ᾧ ἐγένετο κρίσις ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν καὶ ἐβόησεν πρὸς αὐτὸν Αβεσσαλωμ καὶ ἔλεγεν αὐτῷ ἐκ ποίας πόλεως σὺ εἶ καὶ εἶπεν ὁ ἀνήρ ἐκ μιᾶς φυλῶν Ισραηλ ὁ δοῦλός σου
15:3 καὶ εἶπεν πρὸς αὐτὸν Αβεσσαλωμ ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι καὶ ἀκούων οὐκ ἔστιν σοι παρὰ τοῦ βασιλέως
15:4 καὶ εἶπεν Αβεσσαλωμ τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ καὶ ἐπ᾽ ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις καὶ δικαιώσω αὐτόν
15:5 καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν
15:6 καὶ ἐποίησεν Αβεσσαλωμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ισραηλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα καὶ ἰδιοποιεῖτο Αβεσσαλωμ τὴν καρδίαν ἀνδρῶν Ισραηλ
15:7 καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτοῦ πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου ἃς ηὐξάμην τῷ κυρίῳ ἐν Χεβρων
15:8 ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσουρ ἐν Συρίᾳ λέγων ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με κύριος εἰς Ιερουσαλημ καὶ λατρεύσω τῷ κυρίῳ
15:9 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς βάδιζε εἰς εἰρήνην καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρων
15:10 καὶ ἀπέστειλεν Αβεσσαλωμ κατασκόπους ἐν πάσαις φυλαῖς Ισραηλ λέγων ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε βεβασίλευκεν βασιλεὺς Αβεσσαλωμ ἐν Χεβρων
15:11 καὶ μετὰ Αβεσσαλωμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα
15:12 καὶ ἀπέστειλεν Αβεσσαλωμ καὶ ἐκάλεσεν τὸν Αχιτοφελ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυιδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλα ἐν τῷ θυσιάζειν αὐτόν καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Αβεσσαλωμ
15:13 καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυιδ λέγων ἐγενήθη ἡ καρδία ἀνδρῶν Ισραηλ ὀπίσω Αβεσσαλωμ
15:14 καὶ εἶπεν Δαυιδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ᾽ αὐτοῦ τοῖς ἐν Ιερουσαλημ ἀνάστητε καὶ φύγωμεν ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Αβεσσαλωμ ταχύνατε τοῦ πορευθῆναι ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ᾽ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης
15:15 καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς ἰδοὺ οἱ παῖδές σου
15:16 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον
15:17 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν
15:18 καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ Χεττι καὶ πᾶς ὁ Φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί ἑξακόσιοι ἄνδρες καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ καὶ πᾶς ὁ Χερεθθι καὶ πᾶς ὁ Φελεθθι καὶ πάντες οἱ Γεθθαῖοι ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γεθ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως
15:19 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαῖον ἵνα τί πορεύῃ καὶ σὺ μεθ᾽ ἡμῶν ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου
15:20 εἰ ἐχθὲς παραγέγονας καὶ σήμερον κινήσω σε μεθ᾽ ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου ἐχθὲς ἡ ἐξέλευσίς σου καὶ σήμερον μετακινήσω σε μεθ᾽ ἡμῶν τοῦ πορευθῆναι καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευθῶ ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν
15:21 καὶ ἀπεκρίθη Εθθι τῷ βασιλεῖ καὶ εἶπεν ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου
15:22 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι δεῦρο καὶ διάβαινε μετ᾽ ἐμοῦ καὶ παρῆλθεν Εθθι ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ᾽ αὐτοῦ
15:23 καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ Κεδρων καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρων καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον
15:24 καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευῖται μετ᾽ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀνέβη Αβιαθαρ ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως
15:25 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς
15:26 καὶ ἐὰν εἴπῃ οὕτως οὐκ ἠθέληκα ἐν σοί ἰδοὺ ἐγώ εἰμι ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ
15:27 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ τῷ ἱερεῖ ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ καὶ Αχιμαας ὁ υἱός σου καὶ Ιωναθαν ὁ υἱὸς Αβιαθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ᾽ ὑμῶν
15:28 ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν Αραβωθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ᾽ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι
15:29 καὶ ἀπέστρεψεν Σαδωκ καὶ Αβιαθαρ τὴν κιβωτὸν εἰς Ιερουσαλημ καὶ ἐκάθισεν ἐκεῖ
15:30 καὶ Δαυιδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες
15:31 καὶ ἀνηγγέλη Δαυιδ λέγοντες καὶ Αχιτοφελ ἐν τοῖς συστρεφομένοις μετὰ Αβεσσαλωμ καὶ εἶπεν Δαυιδ διασκέδασον δὴ τὴν βουλὴν Αχιτοφελ κύριε ὁ θεός μου
15:32 καὶ ἦν Δαυιδ ἐρχόμενος ἕως τοῦ Ροως οὗ προσεκύνησεν ἐκεῖ τῷ θεῷ καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσι ὁ Αρχι ἑταῖρος Δαυιδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ
15:33 καὶ εἶπεν αὐτῷ Δαυιδ ἐὰν μὲν διαβῇς μετ᾽ ἐμοῦ καὶ ἔσῃ ἐπ᾽ ἐμὲ εἴς βάσταγμα
15:34 καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς καὶ ἐρεῖς τῷ Αβεσσαλωμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νῦν παῖς σού εἰμι βασιλεῦ ἔασόν με ζῆσαι παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νῦν ἐγὼ δοῦλος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ
15:35 καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδωκ καὶ Αβιαθαρ οἱ ἱερεῖς καὶ ἔσται πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως καὶ ἀναγγελεῖς τῷ Σαδωκ καὶ τῷ Αβιαθαρ τοῖς ἱερεῦσιν
15:36 ἰδοὺ ἐκεῖ μετ᾽ αὐτῶν δύο υἱοὶ αὐτῶν Αχιμαας υἱὸς τῷ Σαδωκ καὶ Ιωναθαν υἱὸς τῷ Αβιαθαρ καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσητε
15:37 καὶ εἰσῆλθεν Χουσι ὁ ἑταῖρος Δαυιδ εἰς τὴν πόλιν καὶ Αβεσσαλωμ εἰσεπορεύετο εἰς Ιερουσαλημ


  1. Greek LXX(Rahlps), Genesis, Chapter 01

    CategoryGenesis
    Read More
  2. Greek LXX(Rahlps), Genesis, Chapter 02

    CategoryGenesis
    Read More
  3. Greek LXX(Rahlps), Genesis, Chapter 03

    CategoryGenesis
    Read More
  4. Greek LXX(Rahlps), Genesis, Chapter 04

    CategoryGenesis
    Read More
  5. Greek LXX(Rahlps), Genesis, Chapter 05

    CategoryGenesis
    Read More
  6. Greek LXX(Rahlps), Genesis, Chapter 06

    CategoryGenesis
    Read More
  7. Greek LXX(Rahlps), Genesis, Chapter 07

    CategoryGenesis
    Read More
  8. Greek LXX(Rahlps), Genesis, Chapter 08

    CategoryGenesis
    Read More
  9. Greek LXX(Rahlps), Genesis, Chapter 09

    CategoryGenesis
    Read More
  10. Greek LXX(Rahlps), Genesis, Chapter 10

    CategoryGenesis
    Read More
  11. Greek LXX(Rahlps), Genesis, Chapter 11

    CategoryGenesis
    Read More
  12. Greek LXX(Rahlps), Genesis, Chapter 12

    CategoryGenesis
    Read More
  13. Greek LXX(Rahlps), Genesis, Chapter 13

    CategoryGenesis
    Read More
  14. Greek LXX(Rahlps), Genesis, Chapter 14

    CategoryGenesis
    Read More
  15. Greek LXX(Rahlps), Genesis, Chapter 15

    CategoryGenesis
    Read More
  16. Greek LXX(Rahlps), Genesis, Chapter 16

    CategoryGenesis
    Read More
  17. Greek LXX(Rahlps), Genesis, Chapter 17

    CategoryGenesis
    Read More
  18. Greek LXX(Rahlps), Genesis, Chapter 18

    CategoryGenesis
    Read More
  19. Greek LXX(Rahlps), Genesis, Chapter 19

    CategoryGenesis
    Read More
  20. Greek LXX(Rahlps), Genesis, Chapter 20

    CategoryGenesis
    Read More
  21. Greek LXX(Rahlps), Genesis, Chapter 21

    CategoryGenesis
    Read More
  22. Greek LXX(Rahlps), Genesis, Chapter 22

    CategoryGenesis
    Read More
  23. Greek LXX(Rahlps), Genesis, Chapter 23

    CategoryGenesis
    Read More
  24. Greek LXX(Rahlps), Genesis, Chapter 24

    CategoryGenesis
    Read More
  25. Greek LXX(Rahlps), Genesis, Chapter 25

    CategoryGenesis
    Read More
  26. Greek LXX(Rahlps), Genesis, Chapter 26

    CategoryGenesis
    Read More
  27. Greek LXX(Rahlps), Genesis, Chapter 27

    CategoryGenesis
    Read More
  28. Greek LXX(Rahlps), Genesis, Chapter 28

    CategoryGenesis
    Read More
  29. Greek LXX(Rahlps), Genesis, Chapter 29

    CategoryGenesis
    Read More
  30. Greek LXX(Rahlps), Genesis, Chapter 30

    CategoryGenesis
    Read More
  31. Greek LXX(Rahlps), Genesis, Chapter 31

    CategoryGenesis
    Read More
  32. Greek LXX(Rahlps), Genesis, Chapter 32

    CategoryGenesis
    Read More
  33. Greek LXX(Rahlps), Genesis, Chapter 33

    CategoryGenesis
    Read More
  34. Greek LXX(Rahlps), Genesis, Chapter 34

    CategoryGenesis
    Read More
  35. Greek LXX(Rahlps), Genesis, Chapter 35

    CategoryGenesis
    Read More
  36. Greek LXX(Rahlps), Genesis, Chapter 36

    CategoryGenesis
    Read More
  37. Greek LXX(Rahlps), Genesis, Chapter 37

    CategoryGenesis
    Read More
  38. Greek LXX(Rahlps), Genesis, Chapter 38

    CategoryGenesis
    Read More
  39. Greek LXX(Rahlps), Genesis, Chapter 39

    CategoryGenesis
    Read More
  40. Greek LXX(Rahlps), Genesis, Chapter 40

    CategoryGenesis
    Read More
  41. Greek LXX(Rahlps), Genesis, Chapter 41

    CategoryGenesis
    Read More
  42. Greek LXX(Rahlps), Genesis, Chapter 42

    CategoryGenesis
    Read More
  43. Greek LXX(Rahlps), Genesis, Chapter 43

    CategoryGenesis
    Read More
  44. Greek LXX(Rahlps), Genesis, Chapter 44

    CategoryGenesis
    Read More
  45. Greek LXX(Rahlps), Genesis, Chapter 45

    CategoryGenesis
    Read More
  46. Greek LXX(Rahlps), Genesis, Chapter 46

    CategoryGenesis
    Read More
  47. Greek LXX(Rahlps), Genesis, Chapter 47

    CategoryGenesis
    Read More
  48. Greek LXX(Rahlps), Genesis, Chapter 48

    CategoryGenesis
    Read More
  49. Greek LXX(Rahlps), Genesis, Chapter 49

    CategoryGenesis
    Read More
  50. Greek LXX(Rahlps), Genesis, Chapter 50

    CategoryGenesis
    Read More
  51. Greek LXX(Rahlps), Exodus, Chapter 01

    CategoryExodus
    Read More
  52. Greek LXX(Rahlps), Exodus, Chapter 02

    CategoryExodus
    Read More
  53. Greek LXX(Rahlps), Exodus, Chapter 03

    CategoryExodus
    Read More
  54. Greek LXX(Rahlps), Exodus, Chapter 04

    CategoryExodus
    Read More
  55. Greek LXX(Rahlps), Exodus, Chapter 05

    CategoryExodus
    Read More
  56. Greek LXX(Rahlps), Exodus, Chapter 06

    CategoryExodus
    Read More
  57. Greek LXX(Rahlps), Exodus, Chapter 07

    CategoryExodus
    Read More
  58. Greek LXX(Rahlps), Exodus, Chapter 08

    CategoryExodus
    Read More
  59. Greek LXX(Rahlps), Exodus, Chapter 09

    CategoryExodus
    Read More
  60. Greek LXX(Rahlps), Exodus, Chapter 10

    CategoryExodus
    Read More
  61. Greek LXX(Rahlps), Exodus, Chapter 11

    CategoryExodus
    Read More
  62. Greek LXX(Rahlps), Exodus, Chapter 12

    CategoryExodus
    Read More
  63. Greek LXX(Rahlps), Exodus, Chapter 13

    CategoryExodus
    Read More
  64. Greek LXX(Rahlps), Exodus, Chapter 14

    CategoryExodus
    Read More
  65. Greek LXX(Rahlps), Exodus, Chapter 15

    CategoryExodus
    Read More
  66. Greek LXX(Rahlps), Genesis, Chapter 16

    CategoryExodus
    Read More
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소