Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

5:1 καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ισραηλ πρὸς Δαυιδ εἰς Χεβρων καὶ εἶπαν αὐτῷ ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς
5:2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως ἐφ᾽ ἡμῖν σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ καὶ εἶπεν κύριος πρὸς σέ σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ καὶ σὺ ἔσει εἰς ἡγούμενον ἐπὶ τὸν Ισραηλ
5:3 καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐνώπιον κυρίου καὶ χρίουσιν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ
5:4 υἱὸς τριάκοντα ἐτῶν Δαυιδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν
5:5 ἑπτὰ ἔτη καὶ ἓξ μῆνας ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν Ιουδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ισραηλ καὶ Ιουδαν ἐν Ιερουσαλημ
5:6 καὶ ἀπῆλθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ιερουσαλημ πρὸς τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν καὶ ἐρρέθη τῷ Δαυιδ οὐκ εἰσελεύσει ὧδε ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυιδ ὧδε
5:7 καὶ κατελάβετο Δαυιδ τὴν περιοχὴν Σιων αὕτη ἡ πόλις τοῦ Δαυιδ
5:8 καὶ εἶπεν Δαυιδ τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τύπτων Ιεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυιδ διὰ τοῦτο ἐροῦσιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου
5:9 καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ περιοχῇ καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυιδ καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ
5:10 καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος καὶ κύριος παντοκράτωρ μετ᾽ αὐτοῦ
5:11 καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυιδ
5:12 καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ὅτι ἐπήρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ
5:13 καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ιερουσαλημ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρων καὶ ἐγένοντο τῷ Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες
5:14 καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ιερουσαλημ Σαμμους καὶ Σωβαβ καὶ Ναθαν καὶ Σαλωμων
5:15 καὶ Εβεαρ καὶ Ελισους καὶ Ναφεκ καὶ Ιεφιες
5:16 καὶ Ελισαμα καὶ Ελιδαε καὶ Ελιφαλαθ [1] Σαμαε Ιεσσιβαθ Ναθαν Γαλαμααν Ιεβααρ Θεησους Ελφαλατ Ναγεδ Ναφεκ Ιαναθα Λεασαμυς Βααλιμαθ Ελιφαλαθ
5:17 καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται Δαυιδ βασιλεὺς ἐπὶ Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ κατέβη εἰς τὴν περιοχήν
5:18 καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν τιτάνων
5:19 καὶ ἠρώτησεν Δαυιδ διὰ κυρίου λέγων εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν κύριος πρὸς Δαυιδ ἀνάβαινε ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου
5:20 καὶ ἦλθεν Δαυιδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψεν τοὺς ἀλλοφύλους ἐκεῖ καὶ εἶπεν Δαυιδ διέκοψεν κύριος τοὺς ἐχθρούς μου τοὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἐπάνω διακοπῶν
5:21 καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν καὶ ἐλάβοσαν αὐτοὺς Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ
5:22 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν τιτάνων
5:23 καὶ ἐπηρώτησεν Δαυιδ διὰ κυρίου καὶ εἶπεν κύριος οὐκ ἀναβήσει εἰς συνάντησιν αὐτῶν ἀποστρέφου ἀπ᾽ αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος
5:24 καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ τοῦ ἄλσους τοῦ κλαυθμῶνος τότε καταβήσει πρὸς αὐτούς ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων
5:25 καὶ ἐποίησεν Δαυιδ καθὼς ἐνετείλατο αὐτῷ κύριος καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ Γαβαων ἕως τῆς γῆς Γαζηρα


  1. Greek LXX(Rahlps), 2 Samuel, Chapter 01

    Category2 Samuel
    Read More
  2. Greek LXX(Rahlps), 2 Samuel, Chapter 02

    Category2 Samuel
    Read More
  3. Greek LXX(Rahlps), 2 Samuel, Chapter 03

    Category2 Samuel
    Read More
  4. Greek LXX(Rahlps), 2 Samuel, Chapter 04

    Category2 Samuel
    Read More
  5. Greek LXX(Rahlps), 2 Samuel, Chapter 05

    Category2 Samuel
    Read More
  6. Greek LXX(Rahlps), 2 Samuel, Chapter 06

    Category2 Samuel
    Read More
  7. Greek LXX(Rahlps), 2 Samuel, Chapter 07

    Category2 Samuel
    Read More
  8. Greek LXX(Rahlps), 2 Samuel, Chapter 08

    Category2 Samuel
    Read More
  9. Greek LXX(Rahlps), 2 Samuel, Chapter 09

    Category2 Samuel
    Read More
  10. Greek LXX(Rahlps), 2 Samuel, Chapter 10

    Category2 Samuel
    Read More
  11. Greek LXX(Rahlps), 2 Samuel, Chapter 11

    Category2 Samuel
    Read More
  12. Greek LXX(Rahlps), 2 Samuel, Chapter 12

    Category2 Samuel
    Read More
  13. Greek LXX(Rahlps), 2 Samuel, Chapter 13

    Category2 Samuel
    Read More
  14. Greek LXX(Rahlps), 2 Samuel, Chapter 14

    Category2 Samuel
    Read More
  15. Greek LXX(Rahlps), 2 Samuel, Chapter 15

    Category2 Samuel
    Read More
  16. Greek LXX(Rahlps), 2 Samuel, Chapter 16

    Category2 Samuel
    Read More
  17. Greek LXX(Rahlps), 2 Samuel, Chapter 17

    Category2 Samuel
    Read More
  18. Greek LXX(Rahlps), 2 Samuel, Chapter 18

    Category2 Samuel
    Read More
  19. Greek LXX(Rahlps), 2 Samuel, Chapter 19

    Category2 Samuel
    Read More
  20. Greek LXX(Rahlps), 2 Samuel, Chapter 20

    Category2 Samuel
    Read More
  21. Greek LXX(Rahlps), 2 Samuel, Chapter 21

    Category2 Samuel
    Read More
  22. Greek LXX(Rahlps), 2 Samuel, Chapter 22

    Category2 Samuel
    Read More
  23. Greek LXX(Rahlps), 2 Samuel, Chapter 23

    Category2 Samuel
    Read More
  24. Greek LXX(Rahlps), 2 Samuel, Chapter 24

    Category2 Samuel
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소