Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

8:1 καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουηλ καὶ κατέστησεν τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ισραηλ
8:2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ πρωτότοκος Ιωηλ καὶ ὄνομα τοῦ δευτέρου Αβια δικασταὶ ἐν Βηρσαβεε
8:3 καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας καὶ ἐλάμβανον δῶρα καὶ ἐξέκλινον δικαιώματα
8:4 καὶ συναθροίζονται ἄνδρες Ισραηλ καὶ παραγίνονται εἰς Αρμαθαιμ πρὸς Σαμουηλ
8:5 καὶ εἶπαν αὐτῷ ἰδοὺ σὺ γεγήρακας καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου καὶ νῦν κατάστησον ἐφ᾽ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ τὰ λοιπὰ ἔθνη
8:6 καὶ ἦν πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαμουηλ ὡς εἶπαν δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς καὶ προσηύξατο Σαμουηλ πρὸς κύριον
8:7 καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ ἂν λαλήσωσίν σοι ὅτι οὐ σὲ ἐξουθενήκασιν ἀλλ᾽ ἢ ἐμὲ ἐξουδενώκασιν τοῦ μὴ βασιλεύειν ἐπ᾽ αὐτῶν
8:8 κατὰ πάντα τὰ ποιήματα ἃ ἐποίησάν μοι ἀφ᾽ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοῖς ἑτέροις οὕτως αὐτοὶ ποιοῦσιν καὶ σοί
8:9 καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐπ᾽ αὐτούς
8:10 καὶ εἶπεν Σαμουηλ πᾶν τὸ ῥῆμα κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρ᾽ αὐτοῦ βασιλέα
8:11 καὶ εἶπεν τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐφ᾽ ὑμᾶς τοὺς υἱοὺς ὑμῶν λήμψεται καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ καὶ ἱππεῦσιν αὐτοῦ καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ
8:12 καὶ θέσθαι αὐτοὺς ἑαυτῷ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ θερίζειν θερισμὸν αὐτοῦ καὶ τρυγᾶν τρυγητὸν αὐτοῦ καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ καὶ σκεύη ἁρμάτων αὐτοῦ
8:13 καὶ τὰς θυγατέρας ὑμῶν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας
8:14 καὶ τοὺς ἀγροὺς ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαθοὺς λήμψεται καὶ δώσει τοῖς δούλοις αὐτοῦ
8:15 καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ καὶ τοῖς δούλοις αὐτοῦ
8:16 καὶ τοὺς δούλους ὑμῶν καὶ τὰς δούλας ὑμῶν καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμῶν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ
8:17 καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει καὶ ὑμεῖς ἔσεσθε αὐτῷ δοῦλοι
8:18 καὶ βοήσεσθε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν οὗ ἐξελέξασθε ἑαυτοῖς καὶ οὐκ ἐπακούσεται κύριος ὑμῶν ἐν ταῖς ἡμέραις ἐκείναις ὅτι ὑμεῖς ἐξελέξασθε ἑαυτοῖς βασιλέα
8:19 καὶ οὐκ ἠβούλετο ὁ λαὸς ἀκοῦσαι τοῦ Σαμουηλ καὶ εἶπαν αὐτῷ οὐχί ἀλλ᾽ ἢ βασιλεὺς ἔσται ἐφ᾽ ἡμᾶς
8:20 καὶ ἐσόμεθα καὶ ἡμεῖς κατὰ πάντα τὰ ἔθνη καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμῶν καὶ πολεμήσει τὸν πόλεμον ἡμῶν
8:21 καὶ ἤκουσεν Σαμουηλ πάντας τοὺς λόγους τοῦ λαοῦ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα κυρίου
8:22 καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ἄκουε τῆς φωνῆς αὐτῶν καὶ βασίλευσον αὐτοῖς βασιλέα καὶ εἶπεν Σαμουηλ πρὸς ἄνδρας Ισραηλ ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ


List of Articles
번호 분류 제목
31 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 01
30 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 02
29 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 03
28 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 04
27 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 05
26 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 06
25 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 07
» 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 08
23 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 09
22 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 10
21 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 11
20 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 12
19 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 13
18 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 14
17 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 15
16 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 16
15 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 17
14 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 18
13 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 19
12 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 20
11 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 21
10 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 22
9 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 23
8 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 24
7 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 25
6 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 26
5 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 27
4 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 28
3 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 29
2 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 30
1 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 31
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소