Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

7:1 καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Αμιναδαβ τὸν ἐν τῷ βουνῷ καὶ τὸν Ελεαζαρ υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης κυρίου
7:2 καὶ ἐγενήθη ἀφ᾽ ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαθιαριμ ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη καὶ ἐπέβλεψεν πᾶς οἶκος Ισραηλ ὀπίσω κυρίου
7:3 καὶ εἶπεν Σαμουηλ πρὸς πάντα οἶκον Ισραηλ λέγων εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς κύριον περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων
7:4 καὶ περιεῖλον οἱ υἱοὶ Ισραηλ τὰς Βααλιμ καὶ τὰ ἄλση Ασταρωθ καὶ ἐδούλευσαν κυρίῳ μόνῳ
7:5 καὶ εἶπεν Σαμουηλ ἀθροίσατε πάντα Ισραηλ εἰς Μασσηφαθ καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς κύριον
7:6 καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν ἡμαρτήκαμεν ἐνώπιον κυρίου καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηφαθ
7:7 καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφαθ καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ισραηλ καὶ ἀκούουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων
7:8 καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Σαμουηλ μὴ παρασιωπήσῃς ἀφ᾽ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς κύριον θεόν σου καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων
7:9 καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ καὶ ἐβόησεν Σαμουηλ πρὸς κύριον περὶ Ισραηλ καὶ ἐπήκουσεν αὐτοῦ κύριος
7:10 καὶ ἦν Σαμουηλ ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἐβρόντησεν κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ισραηλ
7:11 καὶ ἐξῆλθαν ἄνδρες Ισραηλ ἐκ Μασσηφαθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχορ
7:12 καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αβενεζερ λίθος τοῦ βοηθοῦ καὶ εἶπεν ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν κύριος
7:13 καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοφύλους καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ισραηλ καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουηλ
7:14 καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ισραηλ καὶ ἀπέδωκαν αὐτὰς τῷ Ισραηλ ἀπὸ Ἀσκαλῶνος ἕως Αζοβ καὶ τὸ ὅριον Ισραηλ ἀφείλαντο ἐκ χειρὸς ἀλλοφύλων καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ισραηλ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου
7:15 καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ
7:16 καὶ ἐπορεύετο κατ᾽ ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηφαθ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις
7:17 ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Αρμαθαιμ ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ισραηλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ


List of Articles
번호 분류 제목
31 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 01
30 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 02
29 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 03
28 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 04
27 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 05
26 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 06
» 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 07
24 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 08
23 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 09
22 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 10
21 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 11
20 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 12
19 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 13
18 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 14
17 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 15
16 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 16
15 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 17
14 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 18
13 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 19
12 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 20
11 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 21
10 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 22
9 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 23
8 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 24
7 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 25
6 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 26
5 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 27
4 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 28
3 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 29
2 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 30
1 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 31
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소