Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

1:1 καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλεεμ τῆς Ιουδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωαβ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ
1:2 καὶ ὄνομα τῷ ἀνδρὶ Αβιμελεχ καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νωεμιν καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλων καὶ Χελαιων Εφραθαῖοι ἐκ Βαιθλεεμ τῆς Ιουδα καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωαβ καὶ ἦσαν ἐκεῖ
1:3 καὶ ἀπέθανεν Αβιμελεχ ὁ ἀνὴρ τῆς Νωεμιν καὶ κατελείφθη αὐτὴ καὶ οἱ δύο υἱοὶ αὐτῆς
1:4 καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας ὄνομα τῇ μιᾷ Ορφα καὶ ὄνομα τῇ δευτέρᾳ Ρουθ καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη
1:5 καὶ ἀπέθανον καί γε ἀμφότεροι Μααλων καὶ Χελαιων καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς
1:6 καὶ ἀνέστη αὐτὴ καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωαβ ὅτι ἤκουσαν ἐν ἀγρῷ Μωαβ ὅτι ἐπέσκεπται κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους
1:7 καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου οὗ ἦν ἐκεῖ καὶ αἱ δύο νύμφαι αὐτῆς μετ᾽ αὐτῆς καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ιουδα
1:8 καὶ εἶπεν Νωεμιν ταῖς νύμφαις αὐτῆς πορεύεσθε δὴ ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς ποιήσαι κύριος μεθ᾽ ὑμῶν ἔλεος καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετ᾽ ἐμοῦ
1:9 δῴη κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς καὶ κατεφίλησεν αὐτάς καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν
1:10 καὶ εἶπαν αὐτῇ μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου
1:11 καὶ εἶπεν Νωεμιν ἐπιστράφητε δή θυγατέρες μου καὶ ἵνα τί πορεύεσθε μετ᾽ ἐμοῦ μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας
1:12 ἐπιστράφητε δή θυγατέρες μου διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί ὅτι εἶπα ὅτι ἔστιν μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς
1:13 μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθῶσιν ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί μὴ δή θυγατέρες μου ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ κυρίου
1:14 καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι καὶ κατεφίλησεν Ορφα τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς Ρουθ δὲ ἠκολούθησεν αὐτῇ
1:15 καὶ εἶπεν Νωεμιν πρὸς Ρουθ ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου
1:16 εἶπεν δὲ Ρουθ μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου ὅτι σὺ ὅπου ἐὰν πορευθῇς πορεύσομαι καὶ οὗ ἐὰν αὐλισθῇς αὐλισθήσομαι ὁ λαός σου λαός μου καὶ ὁ θεός σου θεός μου
1:17 καὶ οὗ ἐὰν ἀποθάνῃς ἀποθανοῦμαι κἀκεῖ ταφήσομαι τάδε ποιήσαι μοι κύριος καὶ τάδε προσθείη ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ
1:18 ἰδοῦσα δὲ Νωεμιν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ᾽ αὐτῆς ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι
1:19 ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλεεμ καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ᾽ αὐταῖς καὶ εἶπον αὕτη ἐστὶν Νωεμιν
1:20 καὶ εἶπεν πρὸς αὐτάς μὴ δὴ καλεῖτέ με Νωεμιν καλέσατέ με Πικράν ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα
1:21 ἐγὼ πλήρης ἐπορεύθην καὶ κενὴν ἀπέστρεψέν με ὁ κύριος καὶ ἵνα τί καλεῖτέ με Νωεμιν καὶ κύριος ἐταπείνωσέν με καὶ ὁ ἱκανὸς ἐκάκωσέν με
1:22 καὶ ἐπέστρεψεν Νωεμιν καὶ Ρουθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσα ἐξ ἀγροῦ Μωαβ αὐταὶ δὲ παρεγενήθησαν εἰς Βαιθλεεμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν


List of Articles
번호 분류 제목
930 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
929 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
928 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
927 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
926 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
925 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
924 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
923 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
922 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
921 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
920 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
919 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
918 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
917 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
916 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
915 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
914 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
913 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
912 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
911 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
910 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
909 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
908 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
907 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
906 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
905 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
904 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
903 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
902 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
901 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
900 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
899 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
898 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
897 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
896 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
895 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
894 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
893 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
892 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
891 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
890 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
889 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
888 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
887 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
886 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
885 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
884 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
883 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
882 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
881 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 19 Next
/ 19

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소