Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

9:1 καὶ ἐπορεύθη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Συχεμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων
9:2 λαλήσατε δὴ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Συχεμ τί τὸ ἀγαθὸν ὑμῖν κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας πάντας υἱοὺς Ιεροβααλ ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι
9:3 καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Συχεμ πάντας τοὺς λόγους τούτους καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω Αβιμελεχ ὅτι εἶπαν ἀδελφὸς ἡμῶν ἐστιν
9:4 καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβεριθ καὶ ἐμισθώσατο ἑαυτῷ Αβιμελεχ ἄνδρας κενοὺς καὶ δειλούς καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ
9:5 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ κατελείφθη Ιωαθαν υἱὸς Ιεροβααλ ὁ νεώτερος ὅτι ἐκρύβη
9:6 καὶ συνήχθησαν πάντες ἄνδρες Σικιμων καὶ πᾶς οἶκος Βηθμααλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικιμοις
9:7 καὶ ἀνηγγέλη τῷ Ιωαθαν καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτοῖς ἀκούσατέ μου ἄνδρες Σικιμων καὶ ἀκούσεται ὑμῶν ὁ θεός
9:8 πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρῖσαι ἐφ᾽ ἑαυτὰ βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ βασίλευσον ἐφ᾽ ἡμῶν
9:9 καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία μὴ ἀπολείψασα τὴν πιότητά μου ἐν ᾗ δοξάσουσι τὸν θεὸν ἄνδρες πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων
9:10 καὶ εἶπον τὰ ξύλα τῇ συκῇ δεῦρο βασίλευσον ἐφ᾽ ἡμῶν
9:11 καὶ εἶπεν αὐτοῖς ἡ συκῆ μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθὰ πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων
9:12 καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον δεῦρο σὺ βασίλευσον ἐφ᾽ ἡμῶν
9:13 καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα θεὸν καὶ ἀνθρώπους πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων
9:14 καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ῥάμνῳ δεῦρο σὺ βασίλευσον ἐφ᾽ ἡμῶν
9:15 καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ᾽ ὑμᾶς δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου καὶ εἰ μή ἐξέλθῃ πῦρ ἀπ᾽ ἐμοῦ καὶ καταφάγῃ τὰς κέδρους τοῦ Λιβάνου
9:16 καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ
9:17 ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἐξέρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐρρύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιαμ
9:18 καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικιμων ὅτι ἀδελφὸς ὑμῶν ἐστιν
9:19 καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ εὐφρανθείητε ἐν Αβιμελεχ καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ᾽ ὑμῖν
9:20 εἰ δὲ οὐ ἐξέλθοι πῦρ ἀπὸ Αβιμελεχ καὶ φάγοι τοὺς ἄνδρας Σικιμων καὶ τὸν οἶκον Βηθμααλλων καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικιμων καὶ ἐκ τοῦ οἴκου Βηθμααλλων καὶ καταφάγοι τὸν Αβιμελεχ
9:21 καὶ ἔφυγεν Ιωαθαν καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως Βαιηρ καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου Αβιμελεχ ἀδελφοῦ αὐτοῦ
9:22 καὶ ἦρξεν Αβιμελεχ ἐπὶ Ισραηλ τρία ἔτη
9:23 καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Αβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικιμων καὶ ἠθέτησαν ἄνδρες Σικιμων ἐν τῷ οἴκῳ Αβιμελεχ
9:24 τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ιεροβααλ καὶ τὰ αἵματα αὐτῶν τοῦ θεῖναι ἐπὶ Αβιμελεχ τὸν ἀδελφὸν αὐτῶν ὃς ἀπέκτεινεν αὐτούς καὶ ἐπὶ ἄνδρας Σικιμων ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ
9:25 καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες Σικιμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ διήρπαζον πάντα ὃς παρεπορεύετο ἐπ᾽ αὐτοὺς ἐν τῇ ὁδῷ καὶ ἀπηγγέλη τῷ βασιλεῖ Αβιμελεχ
9:26 καὶ ἦλθεν Γααλ υἱὸς Ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν Σικιμοις καὶ ἦλπισαν ἐν αὐτῷ οἱ ἄνδρες Σικιμων
9:27 καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν καὶ ἐποίησαν ελλουλιμ καὶ εἰσήνεγκαν εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν Αβιμελεχ
9:28 καὶ εἶπεν Γααλ υἱὸς Ιωβηλ τίς ἐστιν Αβιμελεχ καὶ τίς ἐστιν υἱὸς Συχεμ ὅτι δουλεύσομεν αὐτῷ οὐχ υἱὸς Ιεροβααλ καὶ Ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Εμμωρ πατρὸς Συχεμ καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς
9:29 καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου καὶ μεταστήσω τὸν Αβιμελεχ καὶ ἐρῶ πρὸς αὐτόν πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε
9:30 καὶ ἤκουσεν Ζεβουλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γααλ υἱοῦ Ιωβηλ καὶ ὠργίσθη θυμῷ αὐτός
9:31 καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Αβιμελεχ ἐν κρυφῇ λέγων ἰδοὺ Γααλ υἱὸς Ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς Συχεμ καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ
9:32 καὶ νῦν ἀναστὰς νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ
9:33 καὶ ἔσται τὸ πρωὶ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἐκπορεύονται πρὸς σέ καὶ ποιήσεις αὐτῷ ὅσα ἂν εὕρῃ ἡ χείρ σου
9:34 καὶ ἀνέστη Αβιμελεχ καὶ πᾶς ὁ λαὸς μετ᾽ αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Συχεμ τέτρασιν ἀρχαῖς
9:35 καὶ ἐξῆλθεν Γααλ υἱὸς Ιωβηλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως καὶ ἀνέστη Αβιμελεχ καὶ ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου
9:36 καὶ εἶδεν Γααλ υἱὸς Ιωβηλ τὸν λαὸν καὶ εἶπεν πρὸς Ζεβουλ ἰδοὺ λαὸς καταβαίνει ἀπὸ κεφαλῶν τῶν ὀρέων καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας
9:37 καὶ προσέθετο ἔτι Γααλ τοῦ λαλῆσαι καὶ εἶπεν ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς καὶ ἀρχὴ ἑτέρα ἔρχεται διὰ ὁδοῦ Ηλωνμαωνενιμ
9:38 καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ καὶ ποῦ ἐστιν τὸ στόμα σου ὡς ἐλάλησας τίς ἐστιν Αβιμελεχ ὅτι δουλεύσομεν αὐτῷ μὴ οὐχὶ οὗτος ὁ λαός ὃν ἐξουδένωσας ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ
9:39 καὶ ἐξῆλθεν Γααλ ἐνώπιον ἀνδρῶν Συχεμ καὶ παρετάξατο πρὸς Αβιμελεχ
9:40 καὶ ἐδίωξεν αὐτὸν Αβιμελεχ καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης
9:41 καὶ εἰσῆλθεν Αβιμελεχ ἐν Αρημα καὶ ἐξέβαλεν Ζεβουλ τὸν Γααλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν Συχεμ
9:42 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸν ἀγρόν καὶ ἀνήγγειλεν τῷ Αβιμελεχ
9:43 καὶ ἔλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν ἀγρῷ καὶ εἶδεν καὶ ἰδοὺ ὁ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως καὶ ἀνέστη ἐπ᾽ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς
9:44 καὶ Αβιμελεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ᾽ αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς
9:45 καὶ Αβιμελεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινεν καὶ καθεῖλεν τὴν πόλιν καὶ ἔσπειρεν εἰς ἅλας
9:46 καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων Συχεμ καὶ ἦλθον εἰς συνέλευσιν Βαιθηλβεριθ
9:47 καὶ ἀνηγγέλη τῷ Αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων Συχεμ
9:48 καὶ ἀνέβη Αβιμελεχ εἰς ὄρος Ερμων καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ καὶ ἔλαβεν Αβιμελεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψεν κλάδον ξύλου καὶ ἦρεν καὶ ἔθηκεν ἐπ᾽ ὤμων αὐτοῦ καὶ εἶπεν τῷ λαῷ τῷ μετ᾽ αὐτοῦ ὃ εἴδετέ με ποιοῦντα ταχέως ποιήσατε ὡς ἐγώ
9:49 καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω Αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ᾽ αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικιμων ὡς χίλιοι ἄνδρες καὶ γυναῖκες
9:50 καὶ ἐπορεύθη Αβιμελεχ ἐκ Βαιθηλβεριθ καὶ παρενέβαλεν ἐν Θηβης καὶ κατέλαβεν αὐτήν
9:51 καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου
9:52 καὶ ἦλθεν Αβιμελεχ ἕως τοῦ πύργου καὶ παρετάξαντο αὐτῷ καὶ ἤγγισεν Αβιμελεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί
9:53 καὶ ἔρριψεν γυνὴ μία κλάσμα ἐπιμυλίου ἐπὶ κεφαλὴν Αβιμελεχ καὶ ἔκλασεν τὸ κρανίον αὐτοῦ
9:54 καὶ ἐβόησεν ταχὺ πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ σπάσον τὴν ῥομφαίαν μου καὶ θανάτωσόν με μήποτε εἴπωσιν γυνὴ ἀπέκτεινεν αὐτόν καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ καὶ ἀπέθανεν
9:55 καὶ εἶδεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ
9:56 καὶ ἐπέστρεψεν ὁ θεὸς τὴν πονηρίαν Αβιμελεχ ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ
9:57 καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν Συχεμ ἐπέστρεψεν ὁ θεὸς εἰς κεφαλὴν αὐτῶν καὶ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ἡ κατάρα Ιωαθαν υἱοῦ Ιεροβααλ


List of Articles
번호 분류 제목
1425 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
1424 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
1423 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
1422 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
1421 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
1420 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
1419 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
1418 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
1417 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
1416 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
1415 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
1414 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
1413 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
1412 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
1411 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
1410 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
1409 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
1408 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
1407 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
1406 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
1405 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
1404 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
1403 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
1402 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
1401 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
1400 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
1399 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
1398 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
1397 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
1396 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
1395 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
1394 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
1393 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
1392 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
1391 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
1390 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
1389 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
1388 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
1387 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
1386 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
1385 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
1384 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
1383 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
1382 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
1381 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
1380 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
1379 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
1378 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
1377 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
1376 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
1375 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 01
1374 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 02
1373 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 03
1372 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 04
1371 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 05
1370 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 06
1369 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 07
1368 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 08
1367 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 09
1366 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 10
1365 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 11
1364 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 12
1363 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 13
1362 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 14
1361 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 15
1360 Exodus Greek LXX(Rahlps), Genesis, Chapter 16
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소