16:1 καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ιωσηφ ἀπὸ τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἀπ᾽ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθηλ Λουζα
16:2 καὶ ἐξελεύσεται εἰς Βαιθηλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Χαταρωθι
16:3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Απταλιμ ἕως τῶν ὁρίων Βαιθωρων τὴν κάτω καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν
16:4 καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ιωσηφ Εφραιμ καὶ Μανασση
16:5 καὶ ἐγενήθη ὅρια υἱῶν Εφραιμ κατὰ δήμους αὐτῶν καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν Αταρωθ καὶ Εροκ ἕως Βαιθωρων τὴν ἄνω καὶ Γαζαρα
16:6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ικασμων ἀπὸ βορρᾶ Θερμα περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς Θηνασα καὶ Σελλησα καὶ παρελεύσεται ἀπ᾽ ἀνατολῶν εἰς Ιανωκα
16:7 καὶ εἰς Μαχω καὶ Αταρωθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ιεριχω καὶ διεκβαλεῖ ἐπὶ τὸν Ιορδάνην
16:8 καὶ ἀπὸ Ταφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανα καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν αὕτη ἡ κληρονομία φυλῆς Εφραιμ κατὰ δήμους αὐτῶν
16:9 καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Εφραιμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασση πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν
16:10 καὶ οὐκ ἀπώλεσεν Εφραιμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Εφραιμ ἕως τῆς ἡμέρας ταύτης ἕως ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζερ ἐξεκέντησαν καὶ ἔδωκεν αὐτὴν Φαραω ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ
-
Greek LXX(Rahlps), Joshua, Chapter 01
-
Greek LXX(Rahlps), Joshua, Chapter 02
-
Greek LXX(Rahlps), Joshua, Chapter 03
-
Greek LXX(Rahlps), Joshua, Chapter 04
-
Greek LXX(Rahlps), Joshua, Chapter 05
-
Greek LXX(Rahlps), Joshua, Chapter 06
-
Greek LXX(Rahlps), Joshua, Chapter 07
-
Greek LXX(Rahlps), Joshua, Chapter 08
-
Greek LXX(Rahlps), Joshua, Chapter 09
-
Greek LXX(Rahlps), Joshua, Chapter 10
-
Greek LXX(Rahlps), Joshua, Chapter 11
-
Greek LXX(Rahlps), Joshua, Chapter 12
-
Greek LXX(Rahlps), Joshua, Chapter 13
-
Greek LXX(Rahlps), Joshua, Chapter 14
-
Greek LXX(Rahlps), Joshua, Chapter 15
-
Greek LXX(Rahlps), Joshua, Chapter 16
-
Greek LXX(Rahlps), Joshua, Chapter 17
-
Greek LXX(Rahlps), Joshua, Chapter 18
-
Greek LXX(Rahlps), Joshua, Chapter 19
-
Greek LXX(Rahlps), Joshua, Chapter 20
-
Greek LXX(Rahlps), Joshua, Chapter 21
-
Greek LXX(Rahlps), Joshua, Chapter 22
-
Greek LXX(Rahlps), Joshua, Chapter 23
-
Greek LXX(Rahlps), Joshua, Chapter 24
Previous
List