Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

20:1 ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου οὐ φοβηθήσῃ ἀπ᾽ αὐτῶν ὅτι κύριος ὁ θεός σου μετὰ σοῦ ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου
20:2 καὶ ἔσται ὅταν ἐγγίσῃς τῷ πολέμῳ καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τῷ λαῷ
20:3 καὶ ἐρεῖ πρὸς αὐτούς ἄκουε Ισραηλ ὑμεῖς προσπορεύεσθε σήμερον εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν μὴ φοβεῖσθε μηδὲ θραύεσθε μηδὲ ἐκκλίνητε ἀπὸ προσώπου αὐτῶν
20:4 ὅτι κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος μεθ᾽ ὑμῶν συνεκπολεμῆσαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν διασῶσαι ὑμᾶς
20:5 καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν λέγοντες τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν
20:6 καὶ τίς ὁ ἄνθρωπος ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ
20:7 καὶ τίς ὁ ἄνθρωπος ὅστις μεμνήστευται γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήμψεται αὐτήν
20:8 καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν καὶ ἐροῦσιν τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ ὥσπερ ἡ αὐτοῦ
20:9 καὶ ἔσται ὅταν παύσωνται οἱ γραμματεῖς λαλοῦντες πρὸς τὸν λαόν καὶ καταστήσουσιν ἄρχοντας τῆς στρατιᾶς προηγουμένους τοῦ λαοῦ
20:10 ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτήν καὶ ἐκκαλέσῃ αὐτοὺς μετ᾽ εἰρήνης
20:11 ἐὰν μὲν εἰρηνικὰ ἀποκριθῶσίν σοι καὶ ἀνοίξωσίν σοι ἔσται πᾶς ὁ λαὸς οἱ εὑρεθέντες ἐν αὐτῇ ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου
20:12 ἐὰν δὲ μὴ ὑπακούσωσίν σοι καὶ ποιήσωσιν πρὸς σὲ πόλεμον περικαθιεῖς αὐτήν
20:13 καὶ παραδώσει αὐτὴν κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας
20:14 πλὴν τῶν γυναικῶν καὶ τῆς ἀποσκευῆς καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἂν ὑπάρχῃ ἐν τῇ πόλει καὶ πᾶσαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτῷ καὶ φάγῃ πᾶσαν τὴν προνομὴν τῶν ἐχθρῶν σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι
20:15 οὕτως ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας ἀπὸ σοῦ σφόδρα αἳ οὐχὶ ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων
20:16 ἰδοὺ δὲ ἀπὸ τῶν πόλεων τῶν ἐθνῶν τούτων ὧν κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομεῖν τὴν γῆν αὐτῶν οὐ ζωγρήσετε ἀπ᾽ αὐτῶν πᾶν ἐμπνέον
20:17 ἀλλ᾽ ἢ ἀναθέματι ἀναθεματιεῖτε αὐτούς τὸν Χετταῖον καὶ Αμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον καὶ Γεργεσαῖον ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου
20:18 ἵνα μὴ διδάξωσιν ὑμᾶς ποιεῖν πάντα τὰ βδελύγματα αὐτῶν ὅσα ἐποίησαν τοῖς θεοῖς αὐτῶν καὶ ἁμαρτήσεσθε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν
20:19 ἐὰν δὲ περικαθίσῃς περὶ πόλιν ἡμέρας πλείους ἐκπολεμῆσαι αὐτὴν εἰς κατάλημψιν αὐτῆς οὐχὶ ἐξολεθρεύσεις τὰ δένδρα αὐτῆς ἐπιβαλεῖν ἐπ᾽ αὐτὰ σίδηρον ἀλλ᾽ ἢ ἀπ᾽ αὐτοῦ φάγῃ αὐτὸ δὲ οὐκ ἐκκόψεις μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα
20:20 ἀλλὰ ξύλον ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστιν τοῦτο ἐξολεθρεύσεις καὶ ἐκκόψεις καὶ οἰκοδομήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν ἥτις ποιεῖ πρὸς σὲ τὸν πόλεμον ἕως ἂν παραδοθῇ


List of Articles
번호 분류 제목
34 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 01
33 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 02
32 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 03
31 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 04
30 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 05
29 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 06
28 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 07
27 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 08
26 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 09
25 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 10
24 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 11
23 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 12
22 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 13
21 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 14
20 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 15
19 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 16
18 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 17
17 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 18
16 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 19
» Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 20
14 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 21
13 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 22
12 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 23
11 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 24
10 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 25
9 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 26
8 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 27
7 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 28
6 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 29
5 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 30
4 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 31
3 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 32
2 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 33
1 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 34
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소