Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

17:1 οὐ θύσεις κυρίῳ τῷ θεῷ σου μόσχον ἢ πρόβατον ἐν ᾧ ἐστιν ἐν αὐτῷ μῶμος πᾶν ῥῆμα πονηρόν ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν
17:2 ἐὰν δὲ εὑρεθῇ ἐν σοὶ ἐν μιᾷ τῶν πόλεών σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι ἀνὴρ ἢ γυνή ὅστις ποιήσει τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου παρελθεῖν τὴν διαθήκην αὐτοῦ
17:3 καὶ ἐλθόντες λατρεύσωσιν θεοῖς ἑτέροις καὶ προσκυνήσωσιν αὐτοῖς τῷ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ ἃ οὐ προσέταξεν
17:4 καὶ ἀναγγελῇ σοι καὶ ἐκζητήσεις σφόδρα καὶ ἰδοὺ ἀληθῶς γέγονεν τὸ ῥῆμα γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν Ισραηλ
17:5 καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκεῖνον ἢ τὴν γυναῖκα ἐκείνην καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις καὶ τελευτήσουσιν
17:6 ἐπὶ δυσὶν μάρτυσιν ἢ ἐπὶ τρισὶν μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνῄσκων οὐκ ἀποθανεῖται ἐφ᾽ ἑνὶ μάρτυρι
17:7 καὶ ἡ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ᾽ αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν καὶ ἡ χεὶρ παντὸς τοῦ λαοῦ ἐπ᾽ ἐσχάτων καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν
17:8 ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἷμα αἵματος καὶ ἀνὰ μέσον κρίσις κρίσεως καὶ ἀνὰ μέσον ἁφὴ ἁφῆς καὶ ἀνὰ μέσον ἀντιλογία ἀντιλογίας ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ
17:9 καὶ ἐλεύσῃ πρὸς τοὺς ἱερεῖς τοὺς Λευίτας καὶ πρὸς τὸν κριτήν ὃς ἂν γένηται ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐκζητήσαντες ἀναγγελοῦσίν σοι τὴν κρίσιν
17:10 καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ τοῦ τόπου οὗ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ φυλάξῃ σφόδρα ποιῆσαι κατὰ πάντα ὅσα ἐὰν νομοθετηθῇ σοι
17:11 κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἣν ἂν εἴπωσίν σοι ποιήσεις οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐὰν ἀναγγείλωσίν σοι δεξιὰ οὐδὲ ἀριστερά
17:12 καὶ ὁ ἄνθρωπος ὃς ἂν ποιήσῃ ἐν ὑπερηφανίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ θεοῦ σου ἢ τοῦ κριτοῦ ὃς ἂν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ισραηλ
17:13 καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται καὶ οὐκ ἀσεβήσει ἔτι
17:14 ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ καὶ κληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ᾽ αὐτῆς καὶ εἴπῃς καταστήσω ἐπ᾽ ἐμαυτὸν ἄρχοντα καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου
17:15 καθιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον ὅτι οὐκ ἀδελφός σού ἐστιν
17:16 διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον ὅπως πληθύνῃ ἑαυτῷ ἵππον ὁ δὲ κύριος εἶπεν οὐ προσθήσετε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτι
17:17 καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας οὐδὲ μεταστήσεται αὐτοῦ ἡ καρδία καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα
17:18 καὶ ἔσται ὅταν καθίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ καὶ γράψει ἑαυτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν ἱερέων τῶν Λευιτῶν
17:19 καὶ ἔσται μετ᾽ αὐτοῦ καὶ ἀναγνώσεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ἵνα μάθῃ φοβεῖσθαι κύριον τὸν θεὸν αὐτοῦ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς ταύτας καὶ τὰ δικαιώματα ταῦτα ποιεῖν
17:20 ἵνα μὴ ὑψωθῇ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἢ ἀριστερά ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ισραηλ


List of Articles
번호 분류 제목
930 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
929 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
928 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
927 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
926 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
925 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
924 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
923 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
922 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
921 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
920 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
919 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
918 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
917 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
916 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
915 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
914 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
913 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
912 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
911 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
910 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
909 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
908 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
907 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
906 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
905 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
904 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
903 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
902 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
901 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
900 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
899 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
898 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
897 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
896 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
895 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
894 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
893 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
892 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
891 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
890 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
889 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
888 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
887 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
886 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
885 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
884 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
883 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
882 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
881 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 19 Next
/ 19

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소