Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

8:1 πάσας τὰς ἐντολάς ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον φυλάξεσθε ποιεῖν ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν ὤμοσεν τοῖς πατράσιν ὑμῶν
8:2 καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδόν ἣν ἤγαγέν σε κύριος ὁ θεός σου ἐν τῇ ἐρήμῳ ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ
8:3 καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ ἐψώμισέν σε τὸ μαννα ὃ οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος
8:4 τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ οἱ πόδες σου οὐκ ἐτυλώθησαν ἰδοὺ τεσσαράκοντα ἔτη
8:5 καὶ γνώσῃ τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ οὕτως κύριος ὁ θεός σου παιδεύσει σε
8:6 καὶ φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν
8:7 ὁ γὰρ κύριος ὁ θεός σου εἰσάγει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν οὗ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων
8:8 γῆ πυροῦ καὶ κριθῆς ἄμπελοι συκαῖ ῥόαι γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος
8:9 γῆ ἐφ᾽ ἧς οὐ μετὰ πτωχείας φάγῃ τὸν ἄρτον σου καὶ οὐκ ἐνδεηθήσῃ οὐδὲν ἐπ᾽ αὐτῆς γῆ ἧς οἱ λίθοι σίδηρος καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν
8:10 καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐλογήσεις κύριον τὸν θεόν σου ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς ἧς ἔδωκέν σοι
8:11 πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον
8:12 μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς
8:13 καὶ τῶν βοῶν σου καὶ τῶν προβάτων σου πληθυνθέντων σοι ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι καὶ πάντων ὅσων σοι ἔσται πληθυνθέντων σοι
8:14 ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας
8:15 τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα οὗ οὐκ ἦν ὕδωρ τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος
8:16 τοῦ ψωμίσαντός σε τὸ μαννα ἐν τῇ ἐρήμῳ ὃ οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ εὖ σε ποιήσῃ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν σου
8:17 μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἡ ἰσχύς μου καὶ τὸ κράτος τῆς χειρός μου ἐποίησέν μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην
8:18 καὶ μνησθήσῃ κυρίου τοῦ θεοῦ σου ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν κύριος τοῖς πατράσιν σου ὡς σήμερον
8:19 καὶ ἔσται ἐὰν λήθῃ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ὀπίσω θεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς καὶ προσκυνήσῃς αὐτοῖς διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσθε
8:20 καθὰ καὶ τὰ λοιπὰ ἔθνη ὅσα κύριος ἀπολλύει πρὸ προσώπου ὑμῶν οὕτως ἀπολεῖσθε ἀνθ᾽ ὧν οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν


List of Articles
번호 분류 제목
34 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 01
33 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 02
32 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 03
31 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 04
30 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 05
29 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 06
28 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 07
» Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 08
26 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 09
25 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 10
24 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 11
23 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 12
22 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 13
21 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 14
20 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 15
19 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 16
18 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 17
17 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 18
16 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 19
15 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 20
14 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 21
13 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 22
12 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 23
11 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 24
10 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 25
9 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 26
8 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 27
7 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 28
6 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 29
5 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 30
4 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 31
3 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 32
2 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 33
1 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 34
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소