Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

13:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
13:2 ἀπόστειλον σεαυτῷ ἄνδρας καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ εἰς κατάσχεσιν ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς πάντα ἀρχηγὸν ἐξ αὐτῶν
13:3 καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαραν διὰ φωνῆς κυρίου πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ισραηλ οὗτοι
13:4 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῆς φυλῆς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ
13:5 τῆς φυλῆς Συμεων Σαφατ υἱὸς Σουρι
13:6 τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη
13:7 τῆς φυλῆς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηφ
13:8 τῆς φυλῆς Εφραιμ Αυση υἱὸς Ναυη
13:9 τῆς φυλῆς Βενιαμιν Φαλτι υἱὸς Ραφου
13:10 τῆς φυλῆς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι
13:11 τῆς φυλῆς Ιωσηφ τῶν υἱῶν Μανασση Γαδδι υἱὸς Σουσι
13:12 τῆς φυλῆς Δαν Αμιηλ υἱὸς Γαμαλι
13:13 τῆς φυλῆς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ
13:14 τῆς φυλῆς Νεφθαλι Ναβι υἱὸς Ιαβι
13:15 τῆς φυλῆς Γαδ Γουδιηλ υἱὸς Μακχι
13:16 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αυση υἱὸν Ναυη Ἰησοῦν
13:17 καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χανααν καὶ εἶπεν πρὸς αὐτούς ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος
13:18 καὶ ὄψεσθε τὴν γῆν τίς ἐστιν καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ᾽ αὐτῆς εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί
13:19 καὶ τίς ἡ γῆ εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ᾽ αὐτῆς εἰ καλή ἐστιν ἢ πονηρά καὶ τίνες αἱ πόλεις εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις
13:20 καὶ τίς ἡ γῆ εἰ πίων ἢ παρειμένη εἰ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος πρόδρομοι σταφυλῆς
13:21 καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σιν ἕως Ρααβ εἰσπορευομένων Εφααθ
13:22 καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως Χεβρων καὶ ἐκεῖ Αχιμαν καὶ Σεσσι καὶ Θελαμιν γενεαὶ Εναχ καὶ Χεβρων ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου
13:23 καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ᾽ αὐτοῦ καὶ ἦραν αὐτὸν ἐπ᾽ ἀναφορεῦσιν καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν συκῶν
13:24 τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ
13:25 καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας
13:26 καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ααρων καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Φαραν Καδης καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ τῇ συναγωγῇ καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς
13:27 καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν ἤλθαμεν εἰς τὴν γῆν εἰς ἣν ἀπέστειλας ἡμᾶς γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ οὗτος ὁ καρπὸς αὐτῆς
13:28 ἀλλ᾽ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ᾽ αὐτῆς καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα καὶ τὴν γενεὰν Εναχ ἑωράκαμεν ἐκεῖ
13:29 καὶ Αμαληκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ὁ Χετταῖος καὶ ὁ Ευαῖος καὶ ὁ Ιεβουσαῖος καὶ ὁ Αμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ιορδάνην ποταμόν
13:30 καὶ κατεσιώπησεν Χαλεβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ οὐχί ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς
13:31 καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ᾽ αὐτοῦ εἶπαν οὐκ ἀναβαίνομεν ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος ὅτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον
13:32 καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς ἣν κατεσκέψαντο αὐτήν πρὸς τοὺς υἱοὺς Ισραηλ λέγοντες τὴν γῆν ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ᾽ αὐτῆς ἐστιν πᾶς ὁ λαός ὃν ἑωράκαμεν ἐν αὐτῇ ἄνδρες ὑπερμήκεις
13:33 καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν


  1. Greek LXX(Rahlps), Numbers, Chapter 01

    CategoryNumbers
    Read More
  2. Greek LXX(Rahlps), Numbers, Chapter 02

    CategoryNumbers
    Read More
  3. Greek LXX(Rahlps), Numbers, Chapter 03

    CategoryNumbers
    Read More
  4. Greek LXX(Rahlps), Numbers, Chapter 04

    CategoryNumbers
    Read More
  5. Greek LXX(Rahlps), Numbers, Chapter 05

    CategoryNumbers
    Read More
  6. Greek LXX(Rahlps), Numbers, Chapter 06

    CategoryNumbers
    Read More
  7. Greek LXX(Rahlps), Numbers, Chapter 07

    CategoryNumbers
    Read More
  8. Greek LXX(Rahlps), Numbers, Chapter 08

    CategoryNumbers
    Read More
  9. Greek LXX(Rahlps), Numbers, Chapter 09

    CategoryNumbers
    Read More
  10. Greek LXX(Rahlps), Numbers, Chapter 10

    CategoryNumbers
    Read More
  11. Greek LXX(Rahlps), Numbers, Chapter 11

    CategoryNumbers
    Read More
  12. Greek LXX(Rahlps), Numbers, Chapter 12

    CategoryNumbers
    Read More
  13. Greek LXX(Rahlps), Numbers, Chapter 13

    CategoryNumbers
    Read More
  14. Greek LXX(Rahlps), Numbers, Chapter 14

    CategoryNumbers
    Read More
  15. Greek LXX(Rahlps), Numbers, Chapter 15

    CategoryNumbers
    Read More
  16. Greek LXX(Rahlps), Numbers, Chapter 16

    CategoryNumbers
    Read More
  17. Greek LXX(Rahlps), Numbers, Chapter 17

    CategoryNumbers
    Read More
  18. Greek LXX(Rahlps), Numbers, Chapter 18

    CategoryNumbers
    Read More
  19. Greek LXX(Rahlps), Numbers, Chapter 19

    CategoryNumbers
    Read More
  20. Greek LXX(Rahlps), Numbers, Chapter 20

    CategoryNumbers
    Read More
  21. Greek LXX(Rahlps), Numbers, Chapter 21

    CategoryNumbers
    Read More
  22. Greek LXX(Rahlps), Numbers, Chapter 22

    CategoryNumbers
    Read More
  23. Greek LXX(Rahlps), Numbers, Chapter 23

    CategoryNumbers
    Read More
  24. Greek LXX(Rahlps), Numbers, Chapter 24

    CategoryNumbers
    Read More
  25. Greek LXX(Rahlps), Numbers, Chapter 25

    CategoryNumbers
    Read More
  26. Greek LXX(Rahlps), Numbers, Chapter 26

    CategoryNumbers
    Read More
  27. Greek LXX(Rahlps), Numbers, Chapter 27

    CategoryNumbers
    Read More
  28. Greek LXX(Rahlps), Numbers, Chapter 28

    CategoryNumbers
    Read More
  29. Greek LXX(Rahlps), Numbers, Chapter 29

    CategoryNumbers
    Read More
  30. Greek LXX(Rahlps), Numbers, Chapter 30

    CategoryNumbers
    Read More
  31. Greek LXX(Rahlps), Numbers, Chapter 31

    CategoryNumbers
    Read More
  32. Greek LXX(Rahlps), Numbers, Chapter 32

    CategoryNumbers
    Read More
  33. Greek LXX(Rahlps), Numbers, Chapter 33

    CategoryNumbers
    Read More
  34. Greek LXX(Rahlps), Numbers, Chapter 34

    CategoryNumbers
    Read More
  35. Greek LXX(Rahlps), Numbers, Chapter 35

    CategoryNumbers
    Read More
  36. Greek LXX(Rahlps), Numbers, Chapter 36

    CategoryNumbers
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소