Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

21:1 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων εἰπὸν τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων καὶ ἐρεῖς πρὸς αὐτούς ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν
21:2 ἀλλ᾽ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν ἐπὶ πατρὶ καὶ μητρὶ καὶ υἱοῖς καὶ θυγατράσιν ἐπ᾽ ἀδελφῷ
21:3 καὶ ἐπ᾽ ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ τῇ μὴ ἐκδεδομένῃ ἀνδρί ἐπὶ τούτοις μιανθήσεται
21:4 οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ
21:5 καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ καὶ τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας
21:6 ἅγιοι ἔσονται τῷ θεῷ αὐτῶν καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν τὰς γὰρ θυσίας κυρίου δῶρα τοῦ θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσιν καὶ ἔσονται ἅγιοι
21:7 γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήμψονται καὶ γυναῖκα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτῆς ἅγιός ἐστιν τῷ κυρίῳ θεῷ αὐτοῦ
21:8 καὶ ἁγιάσει αὐτόν τὰ δῶρα κυρίου τοῦ θεοῦ ὑμῶν οὗτος προσφέρει ἅγιος ἔσται ὅτι ἅγιος ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς
21:9 καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεῦσαι τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ ἐπὶ πυρὸς κατακαυθήσεται
21:10 καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει καὶ τὰ ἱμάτια οὐ διαρρήξει
21:11 καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ οὐ μιανθήσεται
21:12 καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ θεοῦ αὐτοῦ ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ θεοῦ ἐπ᾽ αὐτῷ ἐγὼ κύριος
21:13 οὗτος γυναῖκα παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήμψεται
21:14 χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην ταύτας οὐ λήμψεται ἀλλ᾽ ἢ παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήμψεται γυναῖκα
21:15 καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ ἐγὼ κύριος ὁ ἁγιάζων αὐτόν
21:16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
21:17 εἰπὸν Ααρων ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν τίνι ἐὰν ᾖ ἐν αὐτῷ μῶμος οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ θεοῦ αὐτοῦ
21:18 πᾶς ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος οὐ προσελεύσεται ἄνθρωπος χωλὸς ἢ τυφλὸς ἢ κολοβόρριν ἢ ὠτότμητος
21:19 ἢ ἄνθρωπος ᾧ ἐστιν ἐν αὐτῷ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδός
21:20 ἢ κυρτὸς ἢ ἔφηλος ἢ πτίλος τοὺς ὀφθαλμοὺς ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία ἢ λιχήν ἢ μόνορχις
21:21 πᾶς ᾧ ἐστιν ἐν αὐτῷ μῶμος ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ θεῷ σου ὅτι μῶμος ἐν αὐτῷ τὰ δῶρα τοῦ θεοῦ οὐ προσελεύσεται προσενεγκεῖν
21:22 τὰ δῶρα τοῦ θεοῦ τὰ ἅγια τῶν ἁγίων καὶ ἀπὸ τῶν ἁγίων φάγεται
21:23 πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ ὅτι μῶμον ἔχει καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ θεοῦ αὐτοῦ ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτούς
21:24 καὶ ἐλάλησεν Μωυσῆς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ


  1. Greek LXX(Rahlps), Leviticus, Chapter 01

    CategoryLeviticus
    Read More
  2. Greek LXX(Rahlps), Leviticus, Chapter 02

    CategoryLeviticus
    Read More
  3. Greek LXX(Rahlps), Leviticus, Chapter 03

    CategoryLeviticus
    Read More
  4. Greek LXX(Rahlps), Leviticus, Chapter 04

    CategoryLeviticus
    Read More
  5. Greek LXX(Rahlps), Leviticus, Chapter 05

    CategoryLeviticus
    Read More
  6. Greek LXX(Rahlps), Leviticus, Chapter 06

    CategoryLeviticus
    Read More
  7. Greek LXX(Rahlps), Leviticus, Chapter 07

    CategoryLeviticus
    Read More
  8. Greek LXX(Rahlps), Leviticus, Chapter 08

    CategoryLeviticus
    Read More
  9. Greek LXX(Rahlps), Leviticus, Chapter 09

    CategoryLeviticus
    Read More
  10. Greek LXX(Rahlps), Leviticus, Chapter 10

    CategoryLeviticus
    Read More
  11. Greek LXX(Rahlps), Leviticus, Chapter 11

    CategoryLeviticus
    Read More
  12. Greek LXX(Rahlps), Leviticus, Chapter 12

    CategoryLeviticus
    Read More
  13. Greek LXX(Rahlps), Leviticus, Chapter 13

    CategoryLeviticus
    Read More
  14. Greek LXX(Rahlps), Leviticus, Chapter 14

    CategoryLeviticus
    Read More
  15. Greek LXX(Rahlps), Leviticus, Chapter 15

    CategoryLeviticus
    Read More
  16. Greek LXX(Rahlps), Leviticus, Chapter 16

    CategoryLeviticus
    Read More
  17. Greek LXX(Rahlps), Leviticus, Chapter 17

    CategoryLeviticus
    Read More
  18. Greek LXX(Rahlps), Leviticus, Chapter 18

    CategoryLeviticus
    Read More
  19. Greek LXX(Rahlps), Leviticus, Chapter 19

    CategoryLeviticus
    Read More
  20. Greek LXX(Rahlps), Leviticus, Chapter 20

    CategoryLeviticus
    Read More
  21. Greek LXX(Rahlps), Leviticus, Chapter 21

    CategoryLeviticus
    Read More
  22. Greek LXX(Rahlps), Leviticus, Chapter 22

    CategoryLeviticus
    Read More
  23. Greek LXX(Rahlps), Leviticus, Chapter 23

    CategoryLeviticus
    Read More
  24. Greek LXX(Rahlps), Leviticus, Chapter 24

    CategoryLeviticus
    Read More
  25. Greek LXX(Rahlps), Leviticus, Chapter 25

    CategoryLeviticus
    Read More
  26. Greek LXX(Rahlps), Leviticus, Chapter 26

    CategoryLeviticus
    Read More
  27. Greek LXX(Rahlps), Leviticus, Chapter 27

    CategoryLeviticus
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소