Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

17:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
17:2 λάλησον πρὸς Ααρων καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο κύριος λέγων
17:3 ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν σφάξῃ μόσχον ἢ πρόβατον ἢ αἶγα ἐν τῇ παρεμβολῇ καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς
17:4 καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας καὶ ὃς ἂν σφάξῃ ἔξω καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτὸ ὥστε μὴ προσενέγκαι δῶρον κυρίῳ ἀπέναντι τῆς σκηνῆς κυρίου καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα αἷμα ἐξέχεεν ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς
17:5 ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ισραηλ τὰς θυσίας αὐτῶν ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις καὶ οἴσουσιν τῷ κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσιν θυσίαν σωτηρίου τῷ κυρίῳ αὐτά
17:6 καὶ προσχεεῖ ὁ ἱερεὺς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ ἀπέναντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας κυρίῳ
17:7 καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν
17:8 καὶ ἐρεῖς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ἢ θυσίαν
17:9 καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ποιῆσαι αὐτὸ τῷ κυρίῳ ἐξολεθρευθήσεται ὁ ἄνθρωπος ἐκεῖνος ἐκ τοῦ λαοῦ αὐτοῦ
17:10 καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν φάγῃ πᾶν αἷμα καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς
17:11 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται
17:12 διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ισραηλ πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν οὐ φάγεται αἷμα
17:13 καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ καὶ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινόν ὃ ἔσθεται καὶ ἐκχεεῖ τὸ αἷμα καὶ καλύψει αὐτὸ τῇ γῇ
17:14 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν καὶ εἶπα τοῖς υἱοῖς Ισραηλ αἷμα πάσης σαρκὸς οὐ φάγεσθε ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν πᾶς ὁ ἔσθων αὐτὸ ἐξολεθρευθήσεται
17:15 καὶ πᾶσα ψυχή ἥτις φάγεται θνησιμαῖον ἢ θηριάλωτον ἐν τοῖς αὐτόχθοσιν ἢ ἐν τοῖς προσηλύτοις πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται
17:16 ἐὰν δὲ μὴ πλύνῃ τὰ ἱμάτια καὶ τὸ σῶμα μὴ λούσηται ὕδατι καὶ λήμψεται ἀνόμημα αὐτοῦ


  1. Greek LXX(Rahlps), Leviticus, Chapter 01

    CategoryLeviticus
    Read More
  2. Greek LXX(Rahlps), Leviticus, Chapter 02

    CategoryLeviticus
    Read More
  3. Greek LXX(Rahlps), Leviticus, Chapter 03

    CategoryLeviticus
    Read More
  4. Greek LXX(Rahlps), Leviticus, Chapter 04

    CategoryLeviticus
    Read More
  5. Greek LXX(Rahlps), Leviticus, Chapter 05

    CategoryLeviticus
    Read More
  6. Greek LXX(Rahlps), Leviticus, Chapter 06

    CategoryLeviticus
    Read More
  7. Greek LXX(Rahlps), Leviticus, Chapter 07

    CategoryLeviticus
    Read More
  8. Greek LXX(Rahlps), Leviticus, Chapter 08

    CategoryLeviticus
    Read More
  9. Greek LXX(Rahlps), Leviticus, Chapter 09

    CategoryLeviticus
    Read More
  10. Greek LXX(Rahlps), Leviticus, Chapter 10

    CategoryLeviticus
    Read More
  11. Greek LXX(Rahlps), Leviticus, Chapter 11

    CategoryLeviticus
    Read More
  12. Greek LXX(Rahlps), Leviticus, Chapter 12

    CategoryLeviticus
    Read More
  13. Greek LXX(Rahlps), Leviticus, Chapter 13

    CategoryLeviticus
    Read More
  14. Greek LXX(Rahlps), Leviticus, Chapter 14

    CategoryLeviticus
    Read More
  15. Greek LXX(Rahlps), Leviticus, Chapter 15

    CategoryLeviticus
    Read More
  16. Greek LXX(Rahlps), Leviticus, Chapter 16

    CategoryLeviticus
    Read More
  17. Greek LXX(Rahlps), Leviticus, Chapter 17

    CategoryLeviticus
    Read More
  18. Greek LXX(Rahlps), Leviticus, Chapter 18

    CategoryLeviticus
    Read More
  19. Greek LXX(Rahlps), Leviticus, Chapter 19

    CategoryLeviticus
    Read More
  20. Greek LXX(Rahlps), Leviticus, Chapter 20

    CategoryLeviticus
    Read More
  21. Greek LXX(Rahlps), Leviticus, Chapter 21

    CategoryLeviticus
    Read More
  22. Greek LXX(Rahlps), Leviticus, Chapter 22

    CategoryLeviticus
    Read More
  23. Greek LXX(Rahlps), Leviticus, Chapter 23

    CategoryLeviticus
    Read More
  24. Greek LXX(Rahlps), Leviticus, Chapter 24

    CategoryLeviticus
    Read More
  25. Greek LXX(Rahlps), Leviticus, Chapter 25

    CategoryLeviticus
    Read More
  26. Greek LXX(Rahlps), Leviticus, Chapter 26

    CategoryLeviticus
    Read More
  27. Greek LXX(Rahlps), Leviticus, Chapter 27

    CategoryLeviticus
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소