Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

16:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν μετὰ τὸ τελευτῆσαι τοὺς δύο υἱοὺς Ααρων ἐν τῷ προσάγειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου καὶ ἐτελεύτησαν
16:2 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λάλησον πρὸς Ααρων τὸν ἀδελφόν σου καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου καὶ οὐκ ἀποθανεῖται ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου
16:3 οὕτως εἰσελεύσεται Ααρων εἰς τὸ ἅγιον ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα
16:4 καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ καὶ ζώνῃ λινῇ ζώσεται καὶ κίδαριν λινῆν περιθήσεται ἱμάτια ἅγιά ἐστιν καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἐνδύσεται αὐτά
16:5 καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ισραηλ λήμψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα
16:6 καὶ προσάξει Ααρων τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ
16:7 καὶ λήμψεται τοὺς δύο χιμάρους καὶ στήσει αὐτοὺς ἔναντι κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
16:8 καὶ ἐπιθήσει Ααρων ἐπὶ τοὺς δύο χιμάρους κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ
16:9 καὶ προσάξει Ααρων τὸν χίμαρον ἐφ᾽ ὃν ἐπῆλθεν ἐπ᾽ αὐτὸν ὁ κλῆρος τῷ κυρίῳ καὶ προσοίσει περὶ ἁμαρτίας
16:10 καὶ τὸν χίμαρον ἐφ᾽ ὃν ἐπῆλθεν ἐπ᾽ αὐτὸν ὁ κλῆρος τοῦ ἀποπομπαίου στήσει αὐτὸν ζῶντα ἔναντι κυρίου τοῦ ἐξιλάσασθαι ἐπ᾽ αὐτοῦ ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον
16:11 καὶ προσάξει Ααρων τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ μόνον καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ σφάξει τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν αὐτοῦ
16:12 καὶ λήμψεται τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου τοῦ ἀπέναντι κυρίου καὶ πλήσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος
16:13 καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι κυρίου καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων καὶ οὐκ ἀποθανεῖται
16:14 καὶ λήμψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ῥανεῖ τῷ δακτύλῳ ἐπὶ τὸ ἱλαστήριον κατὰ ἀνατολάς κατὰ πρόσωπον τοῦ ἱλαστηρίου ῥανεῖ ἑπτάκις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ
16:15 καὶ σφάξει τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τὸν περὶ τοῦ λαοῦ ἔναντι κυρίου καὶ εἰσοίσει ἀπὸ τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος καὶ ποιήσει τὸ αἷμα αὐτοῦ ὃν τρόπον ἐποίησεν τὸ αἷμα τοῦ μόσχου καὶ ῥανεῖ τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον κατὰ πρόσωπον τοῦ ἱλαστηρίου
16:16 καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν καὶ οὕτω ποιήσει τῇ σκηνῇ τοῦ μαρτυρίου τῇ ἐκτισμένῃ ἐν αὐτοῖς ἐν μέσῳ τῆς ἀκαθαρσίας αὐτῶν
16:17 καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ ἕως ἂν ἐξέλθῃ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ πάσης συναγωγῆς υἱῶν Ισραηλ
16:18 καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ὂν ἀπέναντι κυρίου καὶ ἐξιλάσεται ἐπ᾽ αὐτοῦ καὶ λήμψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ
16:19 καὶ ῥανεῖ ἐπ᾽ αὐτοῦ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ ἑπτάκις καὶ καθαριεῖ αὐτὸ καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ισραηλ
16:20 καὶ συντελέσει ἐξιλασκόμενος τὸ ἅγιον καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον καὶ περὶ τῶν ἱερέων καθαριεῖ καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα
16:21 καὶ ἐπιθήσει Ααρων τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαγορεύσει ἐπ᾽ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ισραηλ καὶ πάσας τὰς ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον
16:22 καὶ λήμψεται ὁ χίμαρος ἐφ᾽ ἑαυτῷ τὰς ἀδικίας αὐτῶν εἰς γῆν ἄβατον καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς τὴν ἔρημον
16:23 καὶ εἰσελεύσεται Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινῆν ἣν ἐνεδεδύκει εἰσπορευομένου αὐτοῦ εἰς τὸ ἅγιον καὶ ἀποθήσει αὐτὴν ἐκεῖ
16:24 καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐξελθὼν ποιήσει τὸ ὁλοκάρπωμα αὐτοῦ καὶ τὸ ὁλοκάρπωμα τοῦ λαοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ περὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ τοῦ λαοῦ ὡς περὶ τῶν ἱερέων
16:25 καὶ τὸ στέαρ τὸ περὶ τῶν ἁμαρτιῶν ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον
16:26 καὶ ὁ ἐξαποστέλλων τὸν χίμαρον τὸν διεσταλμένον εἰς ἄφεσιν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν
16:27 καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ὧν τὸ αἷμα εἰσηνέχθη ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ ἐξοίσουσιν αὐτὰ ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν αὐτὰ ἐν πυρί καὶ τὰ δέρματα αὐτῶν καὶ τὰ κρέα αὐτῶν καὶ τὴν κόπρον αὐτῶν
16:28 ὁ δὲ κατακαίων αὐτὰ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν
16:29 καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ δεκάτῃ τοῦ μηνὸς ταπεινώσατε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν
16:30 ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν καθαρίσαι ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι κυρίου καὶ καθαρισθήσεσθε
16:31 σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμῖν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν νόμιμον αἰώνιον
16:32 ἐξιλάσεται ὁ ἱερεύς ὃν ἂν χρίσωσιν αὐτὸν καὶ ὃν ἂν τελειώσουσιν τὰς χεῖρας αὐτοῦ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινῆν στολὴν ἁγίαν
16:33 καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον ἐξιλάσεται καὶ περὶ τῶν ἱερέων καὶ περὶ πάσης συναγωγῆς ἐξιλάσεται
16:34 καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ισραηλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ


List of Articles
번호 분류 제목
1425 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
1424 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
1423 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
1422 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
1421 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
1420 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
1419 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
1418 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
1417 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
1416 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
1415 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
1414 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
1413 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
1412 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
1411 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
1410 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
1409 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
1408 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
1407 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
1406 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
1405 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
1404 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
1403 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
1402 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
1401 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
1400 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
1399 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
1398 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
1397 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
1396 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
1395 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
1394 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
1393 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
1392 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
1391 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
1390 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
1389 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
1388 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
1387 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
1386 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
1385 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
1384 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
1383 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
1382 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
1381 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
1380 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
1379 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
1378 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
1377 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
1376 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
1375 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 01
1374 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 02
1373 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 03
1372 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 04
1371 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 05
1370 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 06
1369 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 07
1368 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 08
1367 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 09
1366 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 10
1365 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 11
1364 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 12
1363 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 13
1362 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 14
1361 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 15
1360 Exodus Greek LXX(Rahlps), Genesis, Chapter 16
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소