Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

11:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
11:2 λαλήσατε τοῖς υἱοῖς Ισραηλ λέγοντες ταῦτα τὰ κτήνη ἃ φάγεσθε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς
11:3 πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν ταῦτα φάγεσθε
11:4 πλὴν ἀπὸ τούτων οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας τὸν κάμηλον ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο ὁπλὴν δὲ οὐ διχηλεῖ ἀκάθαρτον τοῦτο ὑμῖν
11:5 καὶ τὸν δασύποδα ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ ἀκάθαρτον τοῦτο ὑμῖν
11:6 καὶ τὸν χοιρογρύλλιον ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ ἀκάθαρτον τοῦτο ὑμῖν
11:7 καὶ τὸν ὗν ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμόν ἀκάθαρτον τοῦτο ὑμῖν
11:8 ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε ἀκάθαρτα ταῦτα ὑμῖν
11:9 καὶ ταῦτα ἃ φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν πάντα ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασιν καὶ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις ταῦτα φάγεσθε
11:10 καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια οὐδὲ λεπίδες ἐν τῷ ὕδατι ἢ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις ἀπὸ πάντων ὧν ἐρεύγεται τὰ ὕδατα καὶ ἀπὸ πάσης ψυχῆς ζώσης τῆς ἐν τῷ ὕδατι βδέλυγμά ἐστιν
11:11 καὶ βδελύγματα ἔσονται ὑμῖν ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε καὶ τὰ θνησιμαῖα αὐτῶν βδελύξεσθε
11:12 καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες τῶν ἐν τῷ ὕδατι βδέλυγμα τοῦτό ἐστιν ὑμῖν
11:13 καὶ ταῦτα βδελύξεσθε ἀπὸ τῶν πετεινῶν καὶ οὐ βρωθήσεται βδέλυγμά ἐστιν τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον
11:14 καὶ τὸν γύπα καὶ ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ
11:15 καὶ κόρακα καὶ τὰ ὅμοια αὐτῷ
11:16 καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον καὶ τὰ ὅμοια αὐτῷ καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ
11:17 καὶ νυκτικόρακα καὶ καταρράκτην καὶ ἶβιν
11:18 καὶ πορφυρίωνα καὶ πελεκᾶνα καὶ κύκνον
11:19 καὶ γλαῦκα καὶ ἐρωδιὸν καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτερίδα
11:20 καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἃ πορεύεται ἐπὶ τέσσαρα βδελύγματά ἐστιν ὑμῖν
11:21 ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν ἃ πορεύεται ἐπὶ τέσσαρα ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ πηδᾶν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς
11:22 καὶ ταῦτα φάγεσθε ἀπ᾽ αὐτῶν τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷ
11:23 πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν οἷς ἐστιν τέσσαρες πόδες βδέλυγμά ἐστιν ὑμῖν
11:24 καὶ ἐν τούτοις μιανθήσεσθε πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
11:25 καὶ πᾶς ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
11:26 ἐν πᾶσιν τοῖς κτήνεσιν ὅ ἐστιν διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μαρυκᾶται ἀκάθαρτα ἔσονται ὑμῖν πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
11:27 καὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις ἃ πορεύεται ἐπὶ τέσσαρα ἀκάθαρτα ἔσται ὑμῖν πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
11:28 καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν
11:29 καὶ ταῦτα ὑμῖν ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς ἡ γαλῆ καὶ ὁ μῦς καὶ ὁ κροκόδειλος ὁ χερσαῖος
11:30 μυγαλῆ καὶ χαμαιλέων καὶ καλαβώτης καὶ σαύρα καὶ ἀσπάλαξ
11:31 ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
11:32 καὶ πᾶν ἐφ᾽ ὃ ἂν ἐπιπέσῃ ἀπ᾽ αὐτῶν τεθνηκότων αὐτῶν ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου πᾶν σκεῦος ὃ ἐὰν ποιηθῇ ἔργον ἐν αὐτῷ εἰς ὕδωρ βαφήσεται καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας καὶ καθαρὸν ἔσται
11:33 καὶ πᾶν σκεῦος ὀστράκινον εἰς ὃ ἐὰν πέσῃ ἀπὸ τούτων ἔνδον ὅσα ἐὰν ἔνδον ᾖ ἀκάθαρτα ἔσται καὶ αὐτὸ συντριβήσεται
11:34 καὶ πᾶν βρῶμα ὃ ἔσθεται εἰς ὃ ἐὰν ἐπέλθῃ ἐπ᾽ αὐτὸ ὕδωρ ἀκάθαρτον ἔσται καὶ πᾶν ποτόν ὃ πίνεται ἐν παντὶ ἀγγείῳ ἀκάθαρτον ἔσται
11:35 καὶ πᾶν ὃ ἐὰν πέσῃ ἀπὸ τῶν θνησιμαίων αὐτῶν ἐπ᾽ αὐτό ἀκάθαρτον ἔσται κλίβανοι καὶ κυθρόποδες καθαιρεθήσονται ἀκάθαρτα ταῦτά ἐστιν καὶ ἀκάθαρτα ταῦτα ὑμῖν ἔσονται
11:36 πλὴν πηγῶν ὑδάτων καὶ λάκκου καὶ συναγωγῆς ὕδατος ἔσται καθαρόν ὁ δὲ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται
11:37 ἐὰν δὲ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπὶ πᾶν σπέρμα σπόριμον ὃ σπαρήσεται καθαρὸν ἔσται
11:38 ἐὰν δὲ ἐπιχυθῇ ὕδωρ ἐπὶ πᾶν σπέρμα καὶ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπ᾽ αὐτό ἀκάθαρτόν ἐστιν ὑμῖν
11:39 ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν ὅ ἐστιν ὑμῖν τοῦτο φαγεῖν ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
11:40 καὶ ὁ ἐσθίων ἀπὸ τῶν θνησιμαίων τούτων πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ὁ αἴρων ἀπὸ θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
11:41 καὶ πᾶν ἑρπετόν ὃ ἕρπει ἐπὶ τῆς γῆς βδέλυγμα τοῦτο ἔσται ὑμῖν οὐ βρωθήσεται
11:42 καὶ πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίας καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τέσσαρα διὰ παντός ὃ πολυπληθεῖ ποσὶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς οὐ φάγεσθε αὐτό ὅτι βδέλυγμα ὑμῖν ἐστιν
11:43 καὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς καὶ οὐ μιανθήσεσθε ἐν τούτοις καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῖς
11:44 ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν καὶ ἁγιασθήσεσθε καὶ ἅγιοι ἔσεσθε ὅτι ἅγιός εἰμι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐ μιανεῖτε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς κινουμένοις ἐπὶ τῆς γῆς
11:45 ὅτι ἐγώ εἰμι κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν θεός καὶ ἔσεσθε ἅγιοι ὅτι ἅγιός εἰμι ἐγὼ κύριος
11:46 οὗτος ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν καὶ πάσης ψυχῆς τῆς κινουμένης ἐν τῷ ὕδατι καὶ πάσης ψυχῆς ἑρπούσης ἐπὶ τῆς γῆς
11:47 διαστεῖλαι ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ ἀνὰ μέσον τῶν καθαρῶν καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ ἐσθιόμενα καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ μὴ ἐσθιόμενα


List of Articles
번호 분류 제목
1425 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
1424 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
1423 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
1422 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
1421 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
1420 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
1419 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
1418 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
1417 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
1416 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
1415 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
1414 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
1413 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
1412 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
1411 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
1410 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
1409 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
1408 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
1407 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
1406 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
1405 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
1404 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
1403 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
1402 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
1401 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
1400 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
1399 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
1398 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
1397 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
1396 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
1395 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
1394 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
1393 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
1392 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
1391 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
1390 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
1389 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
1388 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
1387 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
1386 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
1385 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
1384 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
1383 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
1382 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
1381 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
1380 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
1379 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
1378 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
1377 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
1376 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
1375 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 01
1374 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 02
1373 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 03
1372 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 04
1371 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 05
1370 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 06
1369 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 07
1368 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 08
1367 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 09
1366 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 10
1365 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 11
1364 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 12
1363 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 13
1362 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 14
1361 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 15
1360 Exodus Greek LXX(Rahlps), Genesis, Chapter 16
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소