Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

30:1 ἰδοῦσα δὲ Ραχηλ ὅτι οὐ τέτοκεν τῷ Ιακωβ καὶ ἐζήλωσεν Ραχηλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπεν τῷ Ιακωβ δός μοι τέκνα εἰ δὲ μή τελευτήσω ἐγώ
30:2 ἐθυμώθη δὲ Ιακωβ τῇ Ραχηλ καὶ εἶπεν αὐτῇ μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι ὃς ἐστέρησέν σε καρπὸν κοιλίας
30:3 εἶπεν δὲ Ραχηλ τῷ Ιακωβ ἰδοὺ ἡ παιδίσκη μου Βαλλα εἴσελθε πρὸς αὐτήν καὶ τέξεται ἐπὶ τῶν γονάτων μου καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς
30:4 καὶ ἔδωκεν αὐτῷ Βαλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ιακωβ
30:5 καὶ συνέλαβεν Βαλλα ἡ παιδίσκη Ραχηλ καὶ ἔτεκεν τῷ Ιακωβ υἱόν
30:6 καὶ εἶπεν Ραχηλ ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δαν
30:7 καὶ συνέλαβεν ἔτι Βαλλα ἡ παιδίσκη Ραχηλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ιακωβ
30:8 καὶ εἶπεν Ραχηλ συνελάβετό μοι ὁ θεός καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Νεφθαλι
30:9 εἶδεν δὲ Λεια ὅτι ἔστη τοῦ τίκτειν καὶ ἔλαβεν Ζελφαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ιακωβ γυναῖκα
30:10 εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ιακωβ καὶ συνέλαβεν Ζελφα ἡ παιδίσκη Λειας καὶ ἔτεκεν τῷ Ιακωβ υἱόν
30:11 καὶ εἶπεν Λεια ἐν τύχῃ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Γαδ
30:12 καὶ συνέλαβεν Ζελφα ἡ παιδίσκη Λειας καὶ ἔτεκεν ἔτι τῷ Ιακωβ υἱὸν δεύτερον
30:13 καὶ εἶπεν Λεια μακαρία ἐγώ ὅτι μακαρίζουσίν με αἱ γυναῖκες καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ασηρ
30:14 ἐπορεύθη δὲ Ρουβην ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λειαν τὴν μητέρα αὐτοῦ εἶπεν δὲ Ραχηλ τῇ Λεια δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου
30:15 εἶπεν δὲ Λεια οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ εἶπεν δὲ Ραχηλ οὐχ οὕτως κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου
30:16 εἰσῆλθεν δὲ Ιακωβ ἐξ ἀγροῦ ἑσπέρας καὶ ἐξῆλθεν Λεια εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν πρός με εἰσελεύσῃ σήμερον μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου καὶ ἐκοιμήθη μετ᾽ αὐτῆς τὴν νύκτα ἐκείνην
30:17 καὶ ἐπήκουσεν ὁ θεὸς Λειας καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱὸν πέμπτον
30:18 καὶ εἶπεν Λεια ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ᾽ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ισσαχαρ ὅ ἐστιν Μισθός
30:19 καὶ συνέλαβεν ἔτι Λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ιακωβ
30:20 καὶ εἶπεν Λεια δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλων
30:21 καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δινα
30:22 ἐμνήσθη δὲ ὁ θεὸς τῆς Ραχηλ καὶ ἐπήκουσεν αὐτῆς ὁ θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν
30:23 καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱόν εἶπεν δὲ Ραχηλ ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος
30:24 καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιωσηφ λέγουσα προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον
30:25 ἐγένετο δὲ ὡς ἔτεκεν Ραχηλ τὸν Ιωσηφ εἶπεν Ιακωβ τῷ Λαβαν ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου
30:26 ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία περὶ ὧν δεδούλευκά σοι ἵνα ἀπέλθω σὺ γὰρ γινώσκεις τὴν δουλείαν ἣν δεδούλευκά σοι
30:27 εἶπεν δὲ αὐτῷ Λαβαν εἰ εὗρον χάριν ἐναντίον σου οἰωνισάμην ἄν εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ
30:28 διάστειλον τὸν μισθόν σου πρός με καὶ δώσω
30:29 εἶπεν δὲ αὐτῷ Ιακωβ σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ᾽ ἐμοῦ
30:30 μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον ἐμοῦ καὶ ηὐξήθη εἰς πλῆθος καὶ ηὐλόγησέν σε κύριος ἐπὶ τῷ ποδί μου νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον
30:31 καὶ εἶπεν αὐτῷ Λαβαν τί σοι δώσω εἶπεν δὲ αὐτῷ Ιακωβ οὐ δώσεις μοι οὐθέν ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω
30:32 παρελθάτω πάντα τὰ πρόβατά σου σήμερον καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξίν ἔσται μοι μισθός
30:33 καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἀρνάσιν κεκλεμμένον ἔσται παρ᾽ ἐμοί
30:34 εἶπεν δὲ αὐτῷ Λαβαν ἔστω κατὰ τὸ ῥῆμά σου
30:35 καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ
30:36 καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ιακωβ Ιακωβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λαβαν τὰ ὑπολειφθέντα
30:37 ἔλαβεν δὲ ἑαυτῷ Ιακωβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου καὶ ἐλέπισεν αὐτὰς Ιακωβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκόν ὃ ἐλέπισεν ποικίλον
30:38 καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος ἵνα ὡς ἂν ἔλθωσιν τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν
30:39 ἐγκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά
30:40 τοὺς δὲ ἀμνοὺς διέστειλεν Ιακωβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ᾽ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβαν
30:41 ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσησεν τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα ἔθηκεν Ιακωβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους
30:42 ἡνίκα δ᾽ ἂν ἔτεκον τὰ πρόβατα οὐκ ἐτίθει ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λαβαν τὰ δὲ ἐπίσημα τοῦ Ιακωβ
30:43 καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι


  1. Greek LXX(Rahlps), Genesis, Chapter 01

    CategoryGenesis
    Read More
  2. Greek LXX(Rahlps), Genesis, Chapter 02

    CategoryGenesis
    Read More
  3. Greek LXX(Rahlps), Genesis, Chapter 03

    CategoryGenesis
    Read More
  4. Greek LXX(Rahlps), Genesis, Chapter 04

    CategoryGenesis
    Read More
  5. Greek LXX(Rahlps), Genesis, Chapter 05

    CategoryGenesis
    Read More
  6. Greek LXX(Rahlps), Genesis, Chapter 06

    CategoryGenesis
    Read More
  7. Greek LXX(Rahlps), Genesis, Chapter 07

    CategoryGenesis
    Read More
  8. Greek LXX(Rahlps), Genesis, Chapter 08

    CategoryGenesis
    Read More
  9. Greek LXX(Rahlps), Genesis, Chapter 09

    CategoryGenesis
    Read More
  10. Greek LXX(Rahlps), Genesis, Chapter 10

    CategoryGenesis
    Read More
  11. Greek LXX(Rahlps), Genesis, Chapter 11

    CategoryGenesis
    Read More
  12. Greek LXX(Rahlps), Genesis, Chapter 12

    CategoryGenesis
    Read More
  13. Greek LXX(Rahlps), Genesis, Chapter 13

    CategoryGenesis
    Read More
  14. Greek LXX(Rahlps), Genesis, Chapter 14

    CategoryGenesis
    Read More
  15. Greek LXX(Rahlps), Genesis, Chapter 15

    CategoryGenesis
    Read More
  16. Greek LXX(Rahlps), Genesis, Chapter 16

    CategoryGenesis
    Read More
  17. Greek LXX(Rahlps), Genesis, Chapter 17

    CategoryGenesis
    Read More
  18. Greek LXX(Rahlps), Genesis, Chapter 18

    CategoryGenesis
    Read More
  19. Greek LXX(Rahlps), Genesis, Chapter 19

    CategoryGenesis
    Read More
  20. Greek LXX(Rahlps), Genesis, Chapter 20

    CategoryGenesis
    Read More
  21. Greek LXX(Rahlps), Genesis, Chapter 21

    CategoryGenesis
    Read More
  22. Greek LXX(Rahlps), Genesis, Chapter 22

    CategoryGenesis
    Read More
  23. Greek LXX(Rahlps), Genesis, Chapter 23

    CategoryGenesis
    Read More
  24. Greek LXX(Rahlps), Genesis, Chapter 24

    CategoryGenesis
    Read More
  25. Greek LXX(Rahlps), Genesis, Chapter 25

    CategoryGenesis
    Read More
  26. Greek LXX(Rahlps), Genesis, Chapter 26

    CategoryGenesis
    Read More
  27. Greek LXX(Rahlps), Genesis, Chapter 27

    CategoryGenesis
    Read More
  28. Greek LXX(Rahlps), Genesis, Chapter 28

    CategoryGenesis
    Read More
  29. Greek LXX(Rahlps), Genesis, Chapter 29

    CategoryGenesis
    Read More
  30. Greek LXX(Rahlps), Genesis, Chapter 30

    CategoryGenesis
    Read More
  31. Greek LXX(Rahlps), Genesis, Chapter 31

    CategoryGenesis
    Read More
  32. Greek LXX(Rahlps), Genesis, Chapter 32

    CategoryGenesis
    Read More
  33. Greek LXX(Rahlps), Genesis, Chapter 33

    CategoryGenesis
    Read More
  34. Greek LXX(Rahlps), Genesis, Chapter 34

    CategoryGenesis
    Read More
  35. Greek LXX(Rahlps), Genesis, Chapter 35

    CategoryGenesis
    Read More
  36. Greek LXX(Rahlps), Genesis, Chapter 36

    CategoryGenesis
    Read More
  37. Greek LXX(Rahlps), Genesis, Chapter 37

    CategoryGenesis
    Read More
  38. Greek LXX(Rahlps), Genesis, Chapter 38

    CategoryGenesis
    Read More
  39. Greek LXX(Rahlps), Genesis, Chapter 39

    CategoryGenesis
    Read More
  40. Greek LXX(Rahlps), Genesis, Chapter 40

    CategoryGenesis
    Read More
  41. Greek LXX(Rahlps), Genesis, Chapter 41

    CategoryGenesis
    Read More
  42. Greek LXX(Rahlps), Genesis, Chapter 42

    CategoryGenesis
    Read More
  43. Greek LXX(Rahlps), Genesis, Chapter 43

    CategoryGenesis
    Read More
  44. Greek LXX(Rahlps), Genesis, Chapter 44

    CategoryGenesis
    Read More
  45. Greek LXX(Rahlps), Genesis, Chapter 45

    CategoryGenesis
    Read More
  46. Greek LXX(Rahlps), Genesis, Chapter 46

    CategoryGenesis
    Read More
  47. Greek LXX(Rahlps), Genesis, Chapter 47

    CategoryGenesis
    Read More
  48. Greek LXX(Rahlps), Genesis, Chapter 48

    CategoryGenesis
    Read More
  49. Greek LXX(Rahlps), Genesis, Chapter 49

    CategoryGenesis
    Read More
  50. Greek LXX(Rahlps), Genesis, Chapter 50

    CategoryGenesis
    Read More
  51. Greek LXX(Rahlps), Exodus, Chapter 01

    CategoryExodus
    Read More
  52. Greek LXX(Rahlps), Exodus, Chapter 02

    CategoryExodus
    Read More
  53. Greek LXX(Rahlps), Exodus, Chapter 03

    CategoryExodus
    Read More
  54. Greek LXX(Rahlps), Exodus, Chapter 04

    CategoryExodus
    Read More
  55. Greek LXX(Rahlps), Exodus, Chapter 05

    CategoryExodus
    Read More
  56. Greek LXX(Rahlps), Exodus, Chapter 06

    CategoryExodus
    Read More
  57. Greek LXX(Rahlps), Exodus, Chapter 07

    CategoryExodus
    Read More
  58. Greek LXX(Rahlps), Exodus, Chapter 08

    CategoryExodus
    Read More
  59. Greek LXX(Rahlps), Exodus, Chapter 09

    CategoryExodus
    Read More
  60. Greek LXX(Rahlps), Exodus, Chapter 10

    CategoryExodus
    Read More
  61. Greek LXX(Rahlps), Exodus, Chapter 11

    CategoryExodus
    Read More
  62. Greek LXX(Rahlps), Exodus, Chapter 12

    CategoryExodus
    Read More
  63. Greek LXX(Rahlps), Exodus, Chapter 13

    CategoryExodus
    Read More
  64. Greek LXX(Rahlps), Exodus, Chapter 14

    CategoryExodus
    Read More
  65. Greek LXX(Rahlps), Exodus, Chapter 15

    CategoryExodus
    Read More
  66. Greek LXX(Rahlps), Genesis, Chapter 16

    CategoryExodus
    Read More
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소