4:1 Αδαμ δὲ ἔγνω Ευαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν τὸν Καιν καὶ εἶπεν ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ
4:2 καὶ προσέθηκεν τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Αβελ καὶ ἐγένετο Αβελ ποιμὴν προβάτων Καιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν
4:3 καὶ ἐγένετο μεθ᾽ ἡμέρας ἤνεγκεν Καιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ
4:4 καὶ Αβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ Αβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ
4:5 ἐπὶ δὲ Καιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν καὶ ἐλύπησεν τὸν Καιν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ
4:6 καὶ εἶπεν κύριος ὁ θεὸς τῷ Καιν ἵνα τί περίλυπος ἐγένου καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου
4:7 οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς ὀρθῶς δὲ μὴ διέλῃς ἥμαρτες ἡσύχασον πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξεις αὐτοῦ
4:8 καὶ εἶπεν Καιν πρὸς Αβελ τὸν ἀδελφὸν αὐτοῦ διέλθωμεν εἰς τὸ πεδίον καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ καὶ ἀνέστη Καιν ἐπὶ Αβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν
4:9 καὶ εἶπεν ὁ θεὸς πρὸς Καιν ποῦ ἐστιν Αβελ ὁ ἀδελφός σου ὁ δὲ εἶπεν οὐ γινώσκω μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ
4:10 καὶ εἶπεν ὁ θεός τί ἐποίησας φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς
4:11 καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς ἣ ἔχανεν τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου
4:12 ὅτι ἐργᾷ τὴν γῆν καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς
4:13 καὶ εἶπεν Καιν πρὸς τὸν κύριον μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με
4:14 εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς καὶ ἔσται πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με
4:15 καὶ εἶπεν αὐτῷ κύριος ὁ θεός οὐχ οὕτως πᾶς ὁ ἀποκτείνας Καιν ἑπτὰ ἐκδικούμενα παραλύσει καὶ ἔθετο κύριος ὁ θεὸς σημεῖον τῷ Καιν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν
4:16 ἐξῆλθεν δὲ Καιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναιδ κατέναντι Εδεμ
4:17 καὶ ἔγνω Καιν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν τὸν Ενωχ καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασεν τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ενωχ
4:18 ἐγενήθη δὲ τῷ Ενωχ Γαιδαδ καὶ Γαιδαδ ἐγέννησεν τὸν Μαιηλ καὶ Μαιηλ ἐγέννησεν τὸν Μαθουσαλα καὶ Μαθουσαλα ἐγέννησεν τὸν Λαμεχ
4:19 καὶ ἔλαβεν ἑαυτῷ Λαμεχ δύο γυναῖκας ὄνομα τῇ μιᾷ Αδα καὶ ὄνομα τῇ δευτέρᾳ Σελλα
4:20 καὶ ἔτεκεν Αδα τὸν Ιωβελ οὗτος ἦν ὁ πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων
4:21 καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ιουβαλ οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν
4:22 Σελλα δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θοβελ καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου ἀδελφὴ δὲ Θοβελ Νοεμα
4:23 εἶπεν δὲ Λαμεχ ταῖς ἑαυτοῦ γυναιξίν Αδα καὶ Σελλα ἀκούσατέ μου τῆς φωνῆς γυναῖκες Λαμεχ ἐνωτίσασθέ μου τοὺς λόγους ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί
4:24 ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Καιν ἐκ δὲ Λαμεχ ἑβδομηκοντάκις ἑπτά
4:25 ἔγνω δὲ Αδαμ Ευαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σηθ λέγουσα ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Αβελ ὃν ἀπέκτεινεν Καιν
4:26 καὶ τῷ Σηθ ἐγένετο υἱός ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ενως οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ
-
Greek LXX(Rahlps), Genesis, Chapter 01
-
Greek LXX(Rahlps), Genesis, Chapter 02
-
Greek LXX(Rahlps), Genesis, Chapter 03
-
Greek LXX(Rahlps), Genesis, Chapter 04
-
Greek LXX(Rahlps), Genesis, Chapter 05
-
Greek LXX(Rahlps), Genesis, Chapter 06
-
Greek LXX(Rahlps), Genesis, Chapter 07
-
Greek LXX(Rahlps), Genesis, Chapter 08
-
Greek LXX(Rahlps), Genesis, Chapter 09
-
Greek LXX(Rahlps), Genesis, Chapter 10
-
Greek LXX(Rahlps), Genesis, Chapter 11
-
Greek LXX(Rahlps), Genesis, Chapter 12
-
Greek LXX(Rahlps), Genesis, Chapter 13
-
Greek LXX(Rahlps), Genesis, Chapter 14
-
Greek LXX(Rahlps), Genesis, Chapter 15
-
Greek LXX(Rahlps), Genesis, Chapter 16
-
Greek LXX(Rahlps), Genesis, Chapter 17
-
Greek LXX(Rahlps), Genesis, Chapter 18
-
Greek LXX(Rahlps), Genesis, Chapter 19
-
Greek LXX(Rahlps), Genesis, Chapter 20
-
Greek LXX(Rahlps), Genesis, Chapter 21
-
Greek LXX(Rahlps), Genesis, Chapter 22
-
Greek LXX(Rahlps), Genesis, Chapter 23
-
Greek LXX(Rahlps), Genesis, Chapter 24
-
Greek LXX(Rahlps), Genesis, Chapter 25
-
Greek LXX(Rahlps), Genesis, Chapter 26
-
Greek LXX(Rahlps), Genesis, Chapter 27
-
Greek LXX(Rahlps), Genesis, Chapter 28
-
Greek LXX(Rahlps), Genesis, Chapter 29
-
Greek LXX(Rahlps), Genesis, Chapter 30
-
Greek LXX(Rahlps), Genesis, Chapter 31
-
Greek LXX(Rahlps), Genesis, Chapter 32
-
Greek LXX(Rahlps), Genesis, Chapter 33
-
Greek LXX(Rahlps), Genesis, Chapter 34
-
Greek LXX(Rahlps), Genesis, Chapter 35
-
Greek LXX(Rahlps), Genesis, Chapter 36
-
Greek LXX(Rahlps), Genesis, Chapter 37
-
Greek LXX(Rahlps), Genesis, Chapter 38
-
Greek LXX(Rahlps), Genesis, Chapter 39
-
Greek LXX(Rahlps), Genesis, Chapter 40
-
Greek LXX(Rahlps), Genesis, Chapter 41
-
Greek LXX(Rahlps), Genesis, Chapter 42
-
Greek LXX(Rahlps), Genesis, Chapter 43
-
Greek LXX(Rahlps), Genesis, Chapter 44
-
Greek LXX(Rahlps), Genesis, Chapter 45
-
Greek LXX(Rahlps), Genesis, Chapter 46
-
Greek LXX(Rahlps), Genesis, Chapter 47
-
Greek LXX(Rahlps), Genesis, Chapter 48
-
Greek LXX(Rahlps), Genesis, Chapter 49
-
Greek LXX(Rahlps), Genesis, Chapter 50
Previous
List