Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rev 14:1 Καὶ εἶδον, καὶ ἰδού, τὸ ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾽ αὐτοῦ ἀριθμὸς ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.
Rev 14:2 Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.
Rev 14:3 Καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδήν, εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
Rev 14:4 Οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. Οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. Οὗτοι ὑπὸ Ἰησοῦ ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ.
Rev 14:5 Καὶ οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν ψεῦδος· ἄμωμοι γάρ εἰσιν.
Rev 14:6 Καὶ εἶδον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον, εὐαγγελίσαι τοὺς καθημένους ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,
Rev 14:7 λέγων ἐν φωνῇ μεγάλῃ, Φοβήθητε τὸν κύριον, καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε αὐτὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.
Rev 14:8 Καὶ ἄλλος δεύτερος ἄγγελος ἠκολούθησεν, λέγων, Ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.
Rev 14:9 Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς, λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ, ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
Rev 14:10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον τῶν ἁγίων ἀγγέλων, καὶ ἐνώπιον τοῦ ἀρνίου·
Rev 14:11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει· καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.
Rev 14:12 Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν· οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
Rev 14:13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης, Γράψον, Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ᾽ ἄρτι· λέγει Ναὶ τὸ πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν· τὰ δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾽ αὐτῶν.
Rev 14:14 Καὶ εἶδον, καὶ ἰδού, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱῷ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.
Rev 14:15 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον· ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
Rev 14:16 Καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέλην τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.
Rev 14:17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.
Rev 14:18 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.
Rev 14:19 Καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.
Rev 14:20 Καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων, ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

List of Articles
번호 분류 제목
260 Matthew Byzantine Text Form, Matthew, Chapter 01
259 Matthew Byzantine Text Form, Matthew, Chapter 02
258 Matthew Byzantine Text Form, Matthew, Chapter 03
257 Matthew Byzantine Text Form, Matthew, Chapter 04
256 Matthew Byzantine Text Form, Matthew, Chapter 05
255 Matthew Byzantine Text Form, Matthew, Chapter 06
254 Matthew Byzantine Text Form, Matthew, Chapter 07
253 Matthew Byzantine Text Form, Matthew, Chapter 08
252 Matthew Byzantine Text Form, Matthew, Chapter 09
251 Matthew Byzantine Text Form, Matthew, Chapter 10
250 Matthew Byzantine Text Form, Matthew, Chapter 11
249 Matthew Byzantine Text Form, Matthew, Chapter 12
248 Matthew Byzantine Text Form, Matthew, Chapter 13
247 Matthew Byzantine Text Form, Matthew, Chapter 14
246 Matthew Byzantine Text Form, Matthew, Chapter 15
245 Matthew Byzantine Text Form, Matthew, Chapter 16
244 Matthew Byzantine Text Form, Matthew, Chapter 17
243 Matthew Byzantine Text Form, Matthew, Chapter 18
242 Matthew Byzantine Text Form, Matthew, Chapter 19
241 Matthew Byzantine Text Form, Matthew, Chapter 20
240 Matthew Byzantine Text Form, Matthew, Chapter 21
239 Matthew Byzantine Text Form, Matthew, Chapter 22
238 Matthew Byzantine Text Form, Matthew, Chapter 23
237 Matthew Byzantine Text Form, Matthew, Chapter 24
236 Matthew Byzantine Text Form, Matthew, Chapter 25
235 Matthew Byzantine Text Form, Matthew, Chapter 26
234 Matthew Byzantine Text Form, Matthew, Chapter 27
233 Matthew Byzantine Text Form, Matthew, Chapter 28
232 Mark Byzantine Text Form, Mark, Chapter 01
231 Mark Byzantine Text Form, Mark, Chapter 02
230 Mark Byzantine Text Form, Mark, Chapter 03
229 Mark Byzantine Text Form, Mark, Chapter 04
228 Mark Byzantine Text Form, Mark, Chapter 05
227 Mark Byzantine Text Form, Mark, Chapter 06
226 Mark Byzantine Text Form, Mark, Chapter 07
225 Mark Byzantine Text Form, Mark, Chapter 08
224 Mark Byzantine Text Form, Mark, Chapter 09
223 Mark Byzantine Text Form, Mark, Chapter 10
222 Mark Byzantine Text Form, Mark, Chapter 11
221 Mark Byzantine Text Form, Mark, Chapter 12
220 Mark Byzantine Text Form, Mark, Chapter 13
219 Mark Byzantine Text Form, Mark, Chapter 14
218 Mark Byzantine Text Form, Mark, Chapter 15
217 Mark Byzantine Text Form, Mark, Chapter 16
216 Luke Byzantine Text Form, Luke, Chapter 01
215 Luke Byzantine Text Form, Luke, Chapter 02
214 Luke Byzantine Text Form, Luke, Chapter 03
213 Luke Byzantine Text Form, Luke, Chapter 04
212 Luke Byzantine Text Form, Luke, Chapter 05
211 Luke Byzantine Text Form, Luke, Chapter 06
210 Luke Byzantine Text Form, Luke, Chapter 07
209 Luke Byzantine Text Form, Luke, Chapter 08
208 Luke Byzantine Text Form, Luke, Chapter 09
207 Luke Byzantine Text Form, Luke, Chapter 10
206 Luke Byzantine Text Form, Luke, Chapter 11
205 Luke Byzantine Text Form, Luke, Chapter 12
204 Luke Byzantine Text Form, Luke, Chapter 13
203 Luke Byzantine Text Form, Luke, Chapter 14
202 Luke Byzantine Text Form, Luke, Chapter 15
201 Luke Byzantine Text Form, Luke, Chapter 16
200 Luke Byzantine Text Form, Luke, Chapter 17
199 Luke Byzantine Text Form, Luke, Chapter 18
198 Luke Byzantine Text Form, Luke, Chapter 19
197 Luke Byzantine Text Form, Luke, Chapter 20
196 Luke Byzantine Text Form, Luke, Chapter 21
195 Luke Byzantine Text Form, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소