Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rev 2:1 Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
Rev 2:2 Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς,
Rev 2:3 καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου καὶ οὐκ ἐκοπίασας.
Rev 2:4 Ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.
Rev 2:5 Μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
Rev 2:6 Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.
Rev 2:7 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ θεοῦ μου.
Rev 2:8 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
Rev 2:9 Οἶδά σου τὰ ἔργα καὶ τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ· καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.
Rev 2:10 Μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν· ἰδοὺ δή, μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ ἕξετε θλίψιν ἡμερῶν δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
Rev 2:11 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
Rev 2:12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
Rev 2:13 Οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ἐν ταῖς ἡμέραις ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου, ὁ πιστός, ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ.
Rev 2:14 Ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδαξεν τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.
Rev 2:15 Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
Rev 2:16 Μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.
Rev 2:17 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
Rev 2:18 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον, Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
Rev 2:19 Οἶδά σου τὰ ἔργα, καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, τὰ ἔσχατα πλείονα τῶν πρώτων.
Rev 2:20 Ἀλλ᾽ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκά σου Ἰεζάβελ, ἣ λέγει ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.
Rev 2:21 Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
Rev 2:22 Ἰδού, βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς.
Rev 2:23 Καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
Rev 2:24 Ὑμῖν δὲ λέγω, τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος.
Rev 2:25 Πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρι οὗ ἂν ἥξω.
Rev 2:26 Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν·
Rev 2:27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικά, συντριβήσεται· ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου·
Rev 2:28 καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
Rev 2:29 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

List of Articles
번호 분류 제목
260 Matthew Byzantine Text Form, Matthew, Chapter 01
259 Matthew Byzantine Text Form, Matthew, Chapter 02
258 Matthew Byzantine Text Form, Matthew, Chapter 03
257 Matthew Byzantine Text Form, Matthew, Chapter 04
256 Matthew Byzantine Text Form, Matthew, Chapter 05
255 Matthew Byzantine Text Form, Matthew, Chapter 06
254 Matthew Byzantine Text Form, Matthew, Chapter 07
253 Matthew Byzantine Text Form, Matthew, Chapter 08
252 Matthew Byzantine Text Form, Matthew, Chapter 09
251 Matthew Byzantine Text Form, Matthew, Chapter 10
250 Matthew Byzantine Text Form, Matthew, Chapter 11
249 Matthew Byzantine Text Form, Matthew, Chapter 12
248 Matthew Byzantine Text Form, Matthew, Chapter 13
247 Matthew Byzantine Text Form, Matthew, Chapter 14
246 Matthew Byzantine Text Form, Matthew, Chapter 15
245 Matthew Byzantine Text Form, Matthew, Chapter 16
244 Matthew Byzantine Text Form, Matthew, Chapter 17
243 Matthew Byzantine Text Form, Matthew, Chapter 18
242 Matthew Byzantine Text Form, Matthew, Chapter 19
241 Matthew Byzantine Text Form, Matthew, Chapter 20
240 Matthew Byzantine Text Form, Matthew, Chapter 21
239 Matthew Byzantine Text Form, Matthew, Chapter 22
238 Matthew Byzantine Text Form, Matthew, Chapter 23
237 Matthew Byzantine Text Form, Matthew, Chapter 24
236 Matthew Byzantine Text Form, Matthew, Chapter 25
235 Matthew Byzantine Text Form, Matthew, Chapter 26
234 Matthew Byzantine Text Form, Matthew, Chapter 27
233 Matthew Byzantine Text Form, Matthew, Chapter 28
232 Mark Byzantine Text Form, Mark, Chapter 01
231 Mark Byzantine Text Form, Mark, Chapter 02
230 Mark Byzantine Text Form, Mark, Chapter 03
229 Mark Byzantine Text Form, Mark, Chapter 04
228 Mark Byzantine Text Form, Mark, Chapter 05
227 Mark Byzantine Text Form, Mark, Chapter 06
226 Mark Byzantine Text Form, Mark, Chapter 07
225 Mark Byzantine Text Form, Mark, Chapter 08
224 Mark Byzantine Text Form, Mark, Chapter 09
223 Mark Byzantine Text Form, Mark, Chapter 10
222 Mark Byzantine Text Form, Mark, Chapter 11
221 Mark Byzantine Text Form, Mark, Chapter 12
220 Mark Byzantine Text Form, Mark, Chapter 13
219 Mark Byzantine Text Form, Mark, Chapter 14
218 Mark Byzantine Text Form, Mark, Chapter 15
217 Mark Byzantine Text Form, Mark, Chapter 16
216 Luke Byzantine Text Form, Luke, Chapter 01
215 Luke Byzantine Text Form, Luke, Chapter 02
214 Luke Byzantine Text Form, Luke, Chapter 03
213 Luke Byzantine Text Form, Luke, Chapter 04
212 Luke Byzantine Text Form, Luke, Chapter 05
211 Luke Byzantine Text Form, Luke, Chapter 06
210 Luke Byzantine Text Form, Luke, Chapter 07
209 Luke Byzantine Text Form, Luke, Chapter 08
208 Luke Byzantine Text Form, Luke, Chapter 09
207 Luke Byzantine Text Form, Luke, Chapter 10
206 Luke Byzantine Text Form, Luke, Chapter 11
205 Luke Byzantine Text Form, Luke, Chapter 12
204 Luke Byzantine Text Form, Luke, Chapter 13
203 Luke Byzantine Text Form, Luke, Chapter 14
202 Luke Byzantine Text Form, Luke, Chapter 15
201 Luke Byzantine Text Form, Luke, Chapter 16
200 Luke Byzantine Text Form, Luke, Chapter 17
199 Luke Byzantine Text Form, Luke, Chapter 18
198 Luke Byzantine Text Form, Luke, Chapter 19
197 Luke Byzantine Text Form, Luke, Chapter 20
196 Luke Byzantine Text Form, Luke, Chapter 21
195 Luke Byzantine Text Form, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소